DDbDP transcription: p.freib.1.7 [xml]
251 BC ?
[Reprinted from: sb.1.5942] SB 1 5942
Ἀντίπατρος Πυθοκλεῖ χαίρειν. ὑπογέγραφά σοι τῆς παρὰ Φανίου γραφείσης μοι ἐπιστολῆς
τ[ὸ] ἀντίγραφον. ὡς ἂν οὖν λάβηις τὴν ἐπιστολήν,
ἐπελθὼν γεωμέτρησον πάντας τοὺς ἐν τῆι \σῆι/ ἐπιστατείαι κλήρου[ς], καθότι Φανίας γέγραφεν καὶ ἀναγραψάμενος κατὰ γένος ὡς ἐνδέ-
χεται ἀκριβέστατα ἀπόστειλον ἡμῖν, ὅπως ἐπὶ Φανίαν ἀνενέγκωμεν τὴν γεωμετρίαν. οὕτως δὲ ἀκριβολογήθητι πρὸς τὸ πρᾶγμα
ὡς χειρογραφησον(*) τὸν βασιλικὸν ὅρκον. ἔρρωσο, (ἔτους) λδ Χοίαχ(*) ϛ.
5[Φα]νίας Ἀντιπάτρωι χαίρειν. πρότερον μέν σοι ὑποθεὶς τῆς παρὰ Διοτίμου ἐπιστολῆς τὸ ἀντίγραφον ἔγραψα ἐπιμεληθῆναι ἱππέ[ων]
ὅσοις καταμεμέτρηται γῆ δυναμένη σπείρεσθαι εἰς τ[ὸ] ε καὶ λ (ἔτος) [ὡς] πᾶσα σπαρῆι(*) κ[α]ὶ δυνηθῶσιν οἱ ἐν τῆι ἐπιστατείαι [ ̣ ̣ ̣ ̣ ̣ ̣]
ἀπὸ τῶν γενομένων καρπῶν χορηγηθέντες καταβαίνειν πρὸς τὸν βασιλέα ἔφιπποι καὶ τοῖς ἄλλοις \ἀναγκαίοις/ κατεσκευασμένοι. ἐπεὶ δὲ συ̣[ν]ί̣[στα-]
ται(*) ὁ σπόρος παρʼ ὑμῖν, παραλαβών τινα ἔμπειρον γεωμέτρην ἤδη ἔπελθε πάντας τοὺς ἐν τῆι ἐπιστατείαι κλήρους καὶ κατ’ [ἄνδρα](*)
γεωμετρήσας ἀνάγραψον κατὰ γένος ὡς ἐνδέχεται ἀκριβέστατα τὴν ἐσπαρμένην ἐν ἑκάστωι κλήρωι ἕως ἂν πάντας ἐπέλθηις.
10οὕτω δὲ ἀκριβολογήθητι πρὸς τὸ πρᾶγμα ὡς μετὰ χειρογραφίας ἀνοίσων ἐπʼ ἐμὲ τ[ὴ]ν γεωμετρίαν. διατήρησον ὅπως ἡμῖν ἐπιδῶις.
ἔστι γὰρ ἀναγκαῖον ἕκαστον τῶν νεανίσκων γινώσκεσθαι πῶς τι ἀπαλλάσσει καὶ ὑμῖν προσῆκον τοῖς ἡγεμονίας αὑτοὺς
ἀξιοῦσιν τὰς τοιαύτας χρείας παρέχεσθαι ἕως ἂν καταστῆι τ[ὰ] περὶ τὴν κληρουχίαν, ἵνα συμπεπονηκότες δικαίως προεδρί-
ας τυγχάνητε. ἔρρωσο (ἔτους) λδ Δίου κβ Ἁθὺρ κθ.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.