Papyri.info

sign in

sb.3.7267 = HGV SB 3 7267 = Trismegistos 5686



DDbDP transcription: sb.3.7267 [xml]

226 BC Thebaid

r
Ἑρμίας Θ[ε  ̣  ̣  ̣  ̣]ι̣ τ̣ῆ̣ι̣ ἀ̣δ̣ε̣λ̣φῆι καὶ Παλεύει Θ[ώ]ρ̣ακος κα̣ὶ̣ Σ̣ε̣μπχόιτι χαίρειν. εἰ ἔρρω̣σ̣θε, εὖ ἂν ἔχοι·
καὶ αὐτὸς δʼ ὑ̣γίαινον. ἐκομισάμην τὴν παρὰ̣ [σο]ῦ ἔντευξιν, διʼ ἧς οὐ̣[δὲν(?)]   ̣  ̣  ̣ ἀναγκαῖ̣ο̣ν διε-
σαφεῖτο. ἔτι δὲ καὶ νῦν διασάφησόν μοι, πῶς ἐστι κεκρατηκὼς ὁ Θώραξ καὶ πῶς εἰς αὐτὸν τὸ
ἥμι̣σ̣υ ἐλήλυ̣θεν· οὐ γὰρ δεδύνησται(*) ἡμᾶς διδάξαι Παλεῦις· ἔτι δὲ καὶ νῦν, πόσων ἀδελφῶ̣ν̣
5ὄντων τὰς δύο με̣ρ̣ίδας ὡς πρεσβύτερος εἴ̣ληφεν καὶ̣ π̣αρὰ τίν̣ων ἢ τί προσηκότων(*) αὐτῶι
τὰς ἄ̣λλας̣ δύ[ο]   ̣η  ̣  ̣  ̣ακ  ̣ει  ̣ ἔ̣φασκε̣ [δὲ]   ̣τ  ̣  ̣  ̣  ̣τ  ̣  ̣  ̣  ̣ κρατεῖ̣ν̣ σου τὸν υἱόν,
ἐκείνους δὲ \τοὺς ἀντιδίκους/ ἀντιποιουμένους φάσκειν μὴ καθήκειν αὐτὸν ἀλλʼ ἢ τὸ τρίτον μέρος. ⟦ἔτι δὲ⟧
προσδιασάφησον \δέ/, πῶς ἢ τίνων ἀδελφῶν ἐστιν πρεσβύτερος. καὶ τὴν τοῦ συνοικισίου σου συγγρα-
φὴν καὶ εἴ τινα ἄλλα βέβαιά σοι ὑπάρ̣χει γράμματα ἔχουσα παραγίνου τὴ̣ν̣ ταχίσ̣τ̣ην̣,
10ἵνʼ ἕως ὁ στρατηγὸς εἰς Συήνην πορεύεται, συμμείξασά μοι τὴν κλῆσιν κομίσῃς αὐτοῖς
καὶ μετὰ τοῦ στρατηγοῦ καταπλεύσῃς̣ [⁦ vac. ? ⁩(?)] ε  ̣βε  ̣  ̣μ[  ̣]αιο  ̣κ̣  ̣  ̣ Ἀσκληπιά̣δει ἐμβαλέσθαι σε.
ἔρρ(ωσο). (ἔτους) κα, Παχ̣ὼν ιε.
v
Μα̣[- ca.11 -]
Θ̣ε̣  ̣  ̣  ̣  ̣ι καὶ Π[αλ]εύ̣ε̣ι̣ Θώρακος.

Apparatus


^ r.4. l. δεδύνηται
^ r.5. l. προσηκό<ν>των

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.