DDbDP transcription: jjp.49.13 [xml]
49/48 BC? Herakleopolite?
[Reprinted from: sb.5.8754] SB 5 8754
column I
Ἀνδρόμαχος Ἀρχήβει χαίρειν. τοῦ πρὸς Λεωνίδην τὸν σιτολόγον
χρηματισμοῦ ἀντίγραφον ὑπόκειται.
ἔ̣[ρρωσο (ἔτους) δ] Τῦβι κζ.
Λεωνίδηι. τοῦ παρὰ Πτολεμαίου το[ῦ διαδεχομένου]
5τὰ κατὰ τὴν διοίκησιν [χ]ρηματισ[μοῦ ἀντίγραφον ὑπόκειται.]
κατακολουθήσ̣ας οὖν ἐμ̣[βα]λ̣οῦ συνεπι[σ]τ̣έ̣[λλοντος Ἀρχή]β̣ιος
τοῦ βασιλικοῦ γραμματέως εἰς τὴν διασαφουμ[ένη]ν̣ ἀ̣ν̣α̣πε-
πέμφθαι ἐκ τῆς πόλεως ὑπὸ Διονυσίου καὶ Ἡρωίδου τῶν
πρὸς τῆι ναυλώσει καὶ διατετάχ[θαι] εἰς τὸν Μεμφίτην κ̣α̣τ̣ʼ ἀ-
10πόστολον ἐπʼ ἀνάληψιν π̣[υροῦ] ἀπὸ τῶν γενημάτων
τοῦ γ (ἔτους) σκά(φην) Ἀγαθοκλείου̣[ς ἀγ]ωγῆς Βφ, πυροῦ καθαροῦ ἀδόλου
κεκοσκινευμένου μέτρωι δοχικῶι τῶι πρὸς τὸ χαλκοῦν
καὶ σκυτάληι δικαίαι (πρότερον) ἐπιβιβασθέντων φυλακιτῶν κεκλη-
ρουχημένων τῶν μάλιστα πίστιν ἐχόντων, οἷς καὶ τὸ δεῖγμα
15κατεσφραγισμένον ἐπιτεθήσεται ἐν γεΐνοις(*) ὠμοῖς
ἀγγείοις καὶ παρακομιοῦσι παρὰ τοῦ πρὸς τῆι σιτηρᾶι τῆς ἐξαιρέσεως
τοὺς καθήκοντας χρηματισμοὺς ληφθείσης καὶ τοῦ ναυκλήρου
χειρογραφίας ὅρκου βασιλικοῦ περὶ τοῦ ἀποκαταστήσειν εἰς τὴν
πόλιν τὸν γόμον ἀκακοποίητον οὐ στραγευσάμενον ἐν̣ τ̣[ῶι]
20πόρωι, μετὰ τῆς Παγκράτου καὶ Δημητρίο[υ τῶ]ν [περὶ τὴν]
διοίκησιν μαχαιροφόρων καὶ ἐπίπλων γνώμ̣[ης (ἀρτάβας) πυροῦ Βφ].
γίνον(ται) (πυροῦ ἀρτάβαι) Βφ καὶ σύ(μβολα) καὶ ἀντισύ(μβολα) ποί(ησαι) πρὸς α(ὐτὸν) [ὡς καθή(κει)].
22a
—— column II
Πτολεμαῖος Ἀνδρομάχωι σ̣[τρατηγῶι (?)]
χαίρειν καὶ ἐρρῶσθαι. εἰς τὴ̣ν̣ ἐ̣[κ τῆς]
25πόλεως ἀναπεπεμμένην ὑπ̣[ὸ] Δ̣ι̣ο̣ν̣[υσίου]
καὶ Ἡρώιδου τῶν πρὸς τῆι ναυλώσει καὶ
εἰς τὸμ(*) Μεμφίτην διατεταγμένην ἐπʼ ἀνά-
ληψιν πυροῦ σκά(φην) Ἀγαθοκλέους ἐμβαλοῦ
ἀπὸ τῶν γενη(μάτων) τοῦ γ (ἔτους) τὰς τῆς ἀγωγῆς
30πυροῦ καθαροῦ ἀδόλου κεκοσκινευμένου
μέτρωι τῶι πρὸς τὸ χαλκοῦν (ἀρτάβας) Βφ(*) (γίνονται) (ἀρτάβαι) Βφ.
ἵνα δὲ συντόμως ἐξαρτισθῆι καὶ φυλακῖται
ἔχοντες κατεσφραγισμέν\α/(*) τὰ δε[ίγματα]
ἐν γεΐνοις(*) ἀγγείοις ἐπιβιβασθῶσ̣[ιν πλεύ-]
35σοντες εἰς τὴν πόλιν καὶ παρὰ [τῶν]
φυλάκων ἀνακομιοῦντας τοὺς ἀντα̣-
ποστόλους, προ̣νόη̣σ̣ο̣ν̣ ὡς \μ̣η̣/ παρέργως
καὶ σύμβολον καὶ ἀντισύμβολον γενέσθω̣ι̣
πρὸς τὸν ναύκληρον, ὡς καθήκει. σαυτοῦ(*) τε
40ἐπιμελοῦ, ἵνʼ ὑγιαίν\ῃ/ς(*).
ἔ[ρρωσο] (ἔτους) δ̣ Τ̣ῦ̣[βι ̣ ̣]

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.