DDbDP transcription: sb.6.9366 [xml]
124 BC Pathyris
ἔτους μϛ Χοιὰχ ιδ ἐν Παθύρει ἐφʼ Ἡλιοδώρου
ἀγορανόμου. ἐδάνεισεν Ἡ̣ρα(κλείδης) Θεοδώρου Μακεδὼν̣
τῶν κατοίκων ἱππέων Πατῆτι Καλίου
Πέρσηι τῆς ἐπιγονῆς (πυρῶν) ἀρ(τάβας) λϛ καὶ χα(λκοῦ) (τάλαντον) α
5ἄτοκον· τὸ δὲ δάνηον(*) τοῦτο ἀποδότω
ὁ δεδανεισμένος Ἡρακλείδει ἐν μη(νὶ) Φαρμοῦθι
τοῦ μϛ (ἔτους) (πυρὸν) νέον καθαραρὸν(*) ἄδολον ἀπο-
καθεσταμένον εἰς οἶκον πρὸς αὐτὸν τοῖς
ἰδίοις ἀνηλώμασι· ἐὰν δὲ μὴ ἀποδῶι
10ἐν τῶι ὡρισμένωι χρόνωι, ἀποτεισάτω παρα-
χρῆμα ἡμιόλιον τὸν μ̣ὲ̣ν̣ πυρὸν̣ τὴν ἐσο-
μένην ἐν τῆι ἀ̣γ̣ο̣ρᾶι τιμήν, τὸ̣ν δὲ χαλκὸν
τοῦ ὑπερπεσόντος χρόνου τοὺς κατὰ
τὸ διάγραμμα διδράχμους τόκους.
15Ἡ̣λιοδώρ[ωι .(?)]
ἀντίγραφον δανή(ου)(*)
ἀποδοῦναι τῶι ἐν Παθύ(ρει)
ἐπιστάτ̣ε̣ι̣.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.