DDbDP transcription: p.grenf.2.23a [xml]
107 BC Pathyrite
1
ἔτους ια τοῦ καὶ η
Φαῶφι κη.
ἀπέδο(το) Ταοῦς
καὶ Σεννῆ(σις) καὶ
5[Σ]ιεφμοῦς
Πετεαρσ(εμθεῖ) καὶ
τοῖς ἀδελ(φοῖς) γῆς
(ἀρουρῶν) γ 𐅵 χα(λκοῦ) (ταλάντων) θ. 2
βασιλευόντων Κλεοπάτρας καὶ Πτολεμαίου ἐπικαλουμένου Ἀλεξάνδρου τοῦ υἱοῦ θεῶν φιλομητόρων ἔτους ια τοῦ καὶ ὀγδόου, ἐφʼ ἱερέων καὶ ἱερειῶν
καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν, μηνὸς Φαῶφι ὀγδόηι καὶ εἰκάδι ἐν Κροκοδίλων πόλει ἐπὶ Πανίσκου ἀγορανόμου τῆς ἄνω τοπαρχίας τοῦ Παθυρίτου.
ἀπέδοτο Ταοῦς Ἁρπῶτος ὡς ἐτῶν μη μέση μελίχρ(ως) στρογγυλοπρόσω(πος) εὐθύρ(ιν) οὐλὴ μετώπωι, καὶ αἱ ταύτης ἀδελφαὶ Σεννῆσις ἡ καὶ Τατοῦς Ἁρπῶτος ὡς (ἐτῶν) μβ
μέση μελίχρ(ως) στρογγυλοπρόσω(πος) εὐθύριν οὐλὴ μετώπωι, καὶ Σιεφμοῦς Παχνούμιος ὡς ἐτῶν κ μελί(χρως) στρογγυλοπρόσωπος εὐθύριν ἄσημος, αἱ τρεῖς Πέρσιναι, μετὰ κυρίου
5τοῦ τῆς προγεγραμμένης Ταοῦτος ἀνδρὸς Ψεννήσιος τοῦ καὶ Κρούριος τοῦ Ὥρου Πέρσου τῆς ἐπιγονῆς τῶν ἐκ Γότνιτ κώμης τῆς κάτω τοπαρχίας τοῦ
Λατοπολίτου ὡς (ἐτῶν) με μέσου ἢ ἐλ(άσσους) μελανχρόου ὑποκλαστοῦ μακροπροσώ(που) εὐθυρίνου οὐλὴ χείληι(*) τῶι κάτω, τὴν ὑπάρχουσαν αὐταῖς ἐν τῶι ἀπὸ βορρᾶι(*) πεδίωι
Παθύρεως γῆν ἤπειρον σιτοφόρον ἀδιαίρετον ἐν σφραγῖσι δυσὶ ἀρουρῶν τριῶν ἡμίσους καὶ τοῦ προσόντος χαλάσματος ἀπὸ (ἀρουρῶν) ζ τῶν ἐν (ἀρούραις) μ· ὧν γείτονες
τῆς μὲν μιᾶς σφραγῖδος νότου γῆ Πατοῦτος τοῦ Ὥρου καὶ τῶν ἀδελφῶν, βορρᾶ γῆ Χεσθώτου τοῦ Μελιπαῖτος, ἀπηλιώτου γῆ Ἀέους(*) καὶ τῶν ἀδελ(φῶν), λιβὸς περιχῶμα·
τῆς δʼ ἄλλης νότου γῆ Χεσθώτου τοῦ προγεγραμμένου, βορρᾶ γῆ Χεσθώτου τοῦ Πανεμγέως, ἀπηλιώτου γῆ Θράσ̣ωνος καὶ τῶν ἀδελφῶν, λιβὸς τὸ περιχῶμα, ἢ οἳ
10ἂν ὦσι γείτονες πάντων πάντοθεν. ἐπρίατο Πετεαρσεμθεὺς Πανεβχούνιος ὡς (ἐτῶν) λϛ μέσος μελί(χρως) ὑποκλαστὸς μακροπρόσω(πος) εὐθύριν καὶ οἱ τούτου ἀδελ(φοὶ)
Πετεσοῦχος καὶ Φαγῶνις καὶ Ψεννῆσις, οἱ δ Πέρσαι τῆς ἐπιγονῆς τῶν ἐκ Παθύρεως, ἑκάτερος κατὰ τὸ ἴσον μέρος χαλκοῦ (ταλάντων) ἔννεα . προπωλητρίαι καὶ 3
βεβαιωτρίαι τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Ταοῦς καὶ Σεννῆσις ἡ καὶ Τατοῦς καὶ Σιεφμοῦς αἱ ἀποδόμεναι, ἃς ἐδέξαντο Πετεαρσεμθεὺς καὶ Πετεσοῦχος καὶ Φαγῶνις καὶ Ψεννῆσις οἱ πριάμενοι.
Πάνισκος κεχρη(μάτικα).

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.