DDbDP transcription: p.cair.zen.1.59018 [xml]
258 BC Phil<Palestine
[Reprinted from: sb.3.6710] SB3,6710;PEdg4
r
[Ἀλέξαν]δρος Ὀρύαι χαίρειν. ἐκομισάμην τὸ παρὰ σ[οῦ ἐ]π̣ιστόλι[ον],
[ἐν ὧι ὑ]π̣έγρ[α]ψάς μοι τήν τε παρὰ Ζ̣ήνωνος πρὸς Ἰεδδοῦν γεγρ̣[αμμένην],
[ὅπως ἂν], ἐὰμ(*) μὴ ἀποδιδῶι τὰ ταργ[ύ]ρ̣ιον(*) Στράτων̣ι τῶι παρὰ Ζήνωνος [πα-]
[ραγενο]μένωι, ἐνέχυρα αὐτοῦ π̣[αραδ]είξωμεν αὐτῶι. ἐγὼ μὲν [ο]ὖ̣ν
5[ἄρρωστ]ος ἐτύγχανον ἐ\κ/(*) φαρμακείας ὤν, συναπέστειλ̣α̣ [δὲ Στ]ράτωνι
[παρʼ ἡ]μῶν νεανίσκον καὶ ἐπιστολὴν ἔγρ[α]ψ̣α̣ πρὸς Ἰεδδοῦν. παραγενόμενοι
[οὖν εἶπ]όν μοι μηθένα λόγον πεποιῆσθαι τῶι ἐπιστο[λίωι μου], αὐτοῖς δὲ
[χεῖρας] προσενεγκεῖν καὶ ἐγβαλ̣[εῖ]ν ἐκ τῆς κώμης. γέγραφα ο̣ὖ̣ν σοι.
ἔρρωσο. (ἔτους) κζ, Περιτίου ἐμβολίμου κ. v
10Ὀρύαι.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.