DDbDP transcription: p.cair.zen.1.59019 [xml]
260-258 BC Phil<Alexandria?
[Reprinted from: psi.4.444] SB 3 6776; P.Edg. 70; PSI 4 444
[ ̣ ̣ ̣ ̣ ̣]λ̣[ ̣ ̣]ς Ζήνωνι χαίρειν. εἰ ἔρρωσαι, καλῶς ἂν ἔχοι· ὑγιαίνω δὲ καὶ αὐτός. μετὰ <τό> σο(*) ἐκπλεῦσαι εἰσήγαγον τ̣[ὸν]
[θερα]πεύοντα τοὺς δορκαδέους, καὶ ἐπισκεψάμενος ἔφη αὐ̣τοὺς ἐκ κρεῶν ὠμῶν ἐξηιρῆσθαι, καὶ διὰ τοῦτο π̣[επονη-]
[κέναι] αὐτούς. κηροειδεῖς μὲν οὖν οὐκ ἔφησεν δύνατον εἶναι, μετʼ ἐνιαυτὸγ(*) γὰρ ἔφη μεταπεσεῖσθαι̣ α̣ὐ̣τούς, ἐ[ ̣ ̣ ̣]-
[ ̣ ̣ ̣ε]ῖς δὲ αὐτοὺς ἔφησεν ποήσειν(*), μετὰ πραγματείας δʼ ἔφησεν πολλῆς, ὥστε μὴ ἀξίους ἔφησεν [εἶναι] τοι̣α̣[ύτης].
5[περὶ δ]ὲ τῆς θεραπείας πειρασόμεθα μὲν χαλκιαίους, εἰ δὲ μή γε, διχαλκιαίους· αὐτὸς μὲγ(*) γάρ φησ[ιν ἡμιω]βελια̣[ῖον]
[θεραπεύειν ἐπ]ὶ̣ α̣ὐ̣λῆ̣ι̣ τὸν ἀστράγαλον· ἔξεστιν δʼ ἔφη ἐρωτῆσαι Ἀντίπατρον τὸν Ἐτησίαν, τ[ούτ]ωι γὰρ ἔφη[σεν]
[τεθερα]πευκέναι. σὺ οὖν, ὡς ἂν τάχιστα λάβηις τὰ γράμ̣ματα, γ\ρ/α⟦ ̣⟧ομ(*) μοι περὶ τούτων τ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣[ ̣ ̣ ̣ ̣]
[πρὸ] τοῦ τὸγ(*) καιρὸν ἐγδραμεῖν. γίνωσκε δὲ καὶ Πάτρωνα οὐ βουλόμενον ἀναλαμβάνειν Ἀπολλοφάνην, ἀλλ̣[ὰ ὄχ-]
[λον ἡ]μῖν παρεσχηκότα πολύν. ἐγὼ δὲ προσῆλθον Μέλανι καὶ ἕτοιμος ἐαν(*) γνωστὴρ ἐπιγραφῆναι αὐτός τε [καὶ]
10[ἄλλο]ς τῶν πολιτῶν. ἐκεῖνος δὲ ὁρῶν ταῦτα ὅτι οὐδʼ ὣς ὑπολειφθήσεται, καὶ ἑμῶν(*) μαχομένων δί[χʼ αὐ]τῶι, ἀν̣[έλα-]
[βεν αὐ]τόν. τὰ δὲ λοιπά σοι γράψω ἀκριβέστερον, νῦμ(*) μὲγ(*) γάρ μοι οὐκ ἐξεπόησεν(*). πειρῶ δέ μοι ὅτι τάχο̣ς̣ γ̣ρ̣ά̣φειν [περὶ]
[πάντω]ν.
ἔρρωσο. v
Ζήνωνι.
Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.
DDbDP transcription: sb.3.6776 [xml]
AD 538 Aphrodito, Aphroditopolis
[Reprinted in: p.cair.zen.1.59019 | psi.4.444] PCairZen 1,59019;PEdg 70;PSI 4,444
Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.