Papyri.info

sign in

p.cair.zen.1.59021 = HGV P.Cair. Zen. 1 59021 = Trismegistos 681 = oxford-ipap.apis.504 = sb.3.6711



DDbDP transcription: p.cair.zen.1.59021 [xml]

258 BC Phil<Alexandria
[Reprinted from: sb.3.6711] SB3,6711;PEdg5

r,1
Ἀπολ[λων]ίωι χαίρειν Δημήτριος.
καλῶς ἔχει εἰ αὐτός τε ἔρρωσαι καὶ
τἆλλα(*) σοι κατὰ γνώμην ἐστίν.
καὶ ἐγὼ δὲ καθάπ̣ε̣ρ̣ μ̣ο̣ι ἔγραψας
5προσέχειν ποιῶ αὐτὸ καὶ δέδεγμαι
ἐκ χρ(υσίου) μ(υριάδας) ε Ζ καὶ κατεργασάμενος
ἀπέδωκα. ἐδεξάμεθα δʼ ἂν καὶ
πολλαπλάσιο̣ν(*), ἀλλὰ καθά σοι καὶ
πρότερον ἔγραψα ὅτι οἵ τε ξένοι
10οἱ εἰσπλέοντες καὶ οἱ ἔμποροι καὶ οἱ
ἐγδοχεῖς̣ κ̣αὶ ἄλλοι φέρουσιν τό τε
ἐπιχώριο[ν] νόμισμα τὸ ἀκριβὲς καὶ
τὰ τρίχρυσα, ἵνα καινὸν αὐτοῖς γέ-
νηται, κατὰ τὸ πρόσταγμα ὃ κε-
15λεύει ἡμᾶ̣ς̣ λαμβ̣ά̣ν̣ειν κ̣α̣ὶ̣ κ[ατερ-]
γάζε̣σ̣[θα]ι̣, Φιλαρέτου(*) μ̣ε ο̣ὐ̣κ̣ ἐ̣-
ῶντος δέχεσθαι, οὐκ ἔχον[τ]ε̣ς̣ ἐ̣[πὶ]
τί̣ν̣α τὴν ἀναφο̣ρ̣ὰ̣ν̣ ποιησώ[με]θ̣α̣
π̣ερὶ τούτων, ἀνα̣γ̣κ̣α̣ζ̣[όμεθ]ά̣ τ[ε]
20[τ]α̣ῦ̣τα(*) μὴ δέχεσθαι, οἱ δὲ ἄ̣ν̣-
θ̣[ρω]ποι ἀγανακ̣τοῦσιν οὔ[τε] ἐπ̣[ὶ]
τραπεζῶν οὔτε εἰς τὰ τ[ά]λ̣[αν-]
τα̣ ἡμῶν δεχομ[ένω]ν̣ ο̣ὔ̣τε̣ δ̣υνά-
μενοι εἰς τὴν χώ̣ραν ἀποστέλλειν
25ἐπὶ τὰ φορτία, ἀλ̣λὰ ἀργὸν φάσκουσ̣ι̣ν̣
ἔχειν τὸ χρυσίον καὶ βλάπτεσθαι οὐ-
r,2
κ ὀλίγα ἔξοθεν μεταπεπεμμένοι
καὶ οὐδʼ ἄλλοις ἔχοντες ἐλάσσονος τιμῆς διαθέσθαι εὐχερῶς.
καὶ οἱ κατὰ πόλιν δὲ πάντες τῶι ἀπο-
30τετριμμένωι χρυσίωι δυσχερῶς χρῶνται.
οὐδ̣εὶς γὰρ τούτων ἔχει οὗ τὴν ἀναφο-
ρὰν ποιησάμενος καὶ προσθείς τι κο-
μιεῖται ἢ καλὸν χρυσίον ἢ ἀργύριον
ἀντʼ αὐτοῦ. νῦν μὲν γὰρ τούτων τοι-
35ο̣ύ̣των ὄντων ὁρῶ καὶ τὰς τοῦ βασι-
λέως προσόδους βλαπτομένας οὐ-
κ ὀλίγα. γέγραφα οὖν σοι ταῦτα ἵ-
να εἰδῆις καὶ ἐάν σοι φαίνηται ⟦ἢ⟧ τῶι
βασιλεῖ γράψηις(*) περὶ τούτων \καὶ/ ⟦  ̣⟧ ἐμοὶ
40ἐπὶ τίνα τὴν ἀναφορὰν περὶ τούτων
ποιῶμαι. συμφέρειν γὰρ ὑπολαμβάνω
ἐ̣ὰ̣[ν] καὶ ἐκ τῆς ἔξοθεν χώρας χρυσίον
ὅτ̣ι̣ πλεῖστον εἰσάγηται καὶ τὸ νό-
μ̣ι̣σ̣μα τ̣[ὸ] τ̣[ο]ῦ̣ [β]ασιλέως καλὸν καὶ
45καινὸν ἦι διὰ παντός, ἀνηλώματ[ος]
μηθενὸς γινομένου αὐτῶι. περὶ μὲν
γ̣ά̣ρ̣ τινων ὡς ἡμῖν χρῶνται οὐ καλῶς
ε̣ἶ̣χ̣εν γράφειν̣, ἀ̣λ̣λ̣ʼ ὡ̣ς̣ ἂ̣ν̣ παραγένηι ἀ-
κ̣ο̣ύ̣σ̣ε̣ι̣[ς ⁦ -ca.?- ⁩] γ̣ρ̣ά̣-
50ψον μοι περὶ τούτων ἵνα οὕτω ποιῶ.
ἔρρωσο.
(ἔτους) κη, Γ̣ο̣ρ̣πιαίου ιε.
v
Δημητρίου. Ἀ̣πολλωνίωι.

Apparatus


^ r,1.3. l. τὰ ἄλλα
^ r,1.8. corr. ex πολλαπλασιαν
^ r,1.16. φιάλα̣ς̣ τοῦδ̣έ̣ prev. ed.
^ r,1.20. [τ]α̣ύ̣τας̣ prev. ed.
^ r,2.39. corr. ex γραψεισ

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.