DDbDP transcription: psi.4.317 [xml]
AD 95 ?
Κάστωρ Πτόλλιδι τῶι [φι]λτάτωι
χαίρειν.
ὡς ἔγραψάς μοι περὶ τῶν ἀρο[υρῶ]ν ὅτι εὗρεν ἐκ-
φόριον ἀνὰ ἑκάστης ἀρούρης [δρα]χμὰς τεσσερα-
5κοντατέσσαρες , μίσθωσαι ὅσ[ου πά]ντες οἱ πέριξ
μισθοῦνται, μὴ ἵνα ἐπιφορτ̣[ίζ]ωμεν(*) παρὰ πάν-
τας. καὶ περὶ τοῦ καλαμουργ[εῖν] σοι γράφω ὅτι, ἐὰν
μ[έ]λλῃς καλαμου̣ργεῖν, γρά[ψο]ν μοι· προλήμψῃ
δὲ ἵνα ἐπὶ καιροῦ γένηται. πέμ[ψεις] δέ μοι καὶ τὰς
10ἀγκαλίδας.
ἔρρωσο.
(ἔτους) ιε Αὐτοκράτορος Καίσαρο[ς Δο]μιττιανοῦ(*)
Σεβαστοῦ Γερμανικοῦ, Ἁθὺ[ρ] ιε.
Ἀσκληπιάδης Πτόλιδι τῶι φιλτάτωι
15χαίρειν.
εὖ ποιήσαις πέμψας μοι ἃ ἠρώτησά σε καὶ ἄ-
μην, καὶ λαβὼν παρὰ τοῦ Ἑλένου τοῦ γεωργοῦ
μου τὴν τιμήν. ἐὰν οὖν σοι ἀντιλέγῃ, ἀντί-
γραψόν μοι, ἵνα αὐτὸς αὐτῶι γράφω. μόνον
20μοι χρηστὰ πέμψον, εἰδὼς ὅτι ἐγὼ αὐτὸς
ἐναποκίχραμαι αὐτ̣[ο]ῖς. ἐάν σοι ἀντιλέ-
γῃ περὶ χαλκοῦ, ἐν πυρῷ παράλαβε ἢ ἐν κριθῇ.
πέψεις(*) οὖν μοι τούτωι τῶι γόμωι.
ἔρρωσο.
25(ἔτους) πεντεκαιδεκάτου Αὐτοκράτ[ορος]
Καίσαρος Δομιττιανοῦ(*) Σεβαστο̣ῦ̣ Γ[ερμανικοῦ],
Ἁθὺρ ιε.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.