DDbDP transcription: p.cair.zen.1.59060 [xml]
257 BC Phil < Alexandria
[Reprinted from: sb.3.6717] SB 3 6717; P.Edg. 11
r
Ἱεροκλῆς Ζήνων̣[ι χ]α̣ίρειν. [εἰ ἔ]ρρωσαι, ἔχοι ἂν καλῶς· ὑγιαίνομεν δὲ κα̣ὶ ἡμεῖς. ἔ[γραψάς]
μοι περὶ Πύρρου, εἰ [μὲ]ν ἀκρει[βῶ]ς(*) ἐπιστάμεθα, ἀλείφειν αὐτόν, εἰ δὲ μέ(*), μ̣ὴ συνβῆ[ι ἀνήλω-]
μά \τε/ μάταιον προσπεσ̣εῖν καὶ [ἀ]π̣ὸ τῶν γραμμάτων ἀποσσπαθῆναι(*). π[ερ]ὶ μὲν οὖ[ν τοῦ με]
ἐπίσστασθαι(*) οἱ θεοὶ μάλιστʼ ἂν εἰδέησαν(*), Πτολεμαίωι δὲ φαίνεται, ὅσα κατʼ ἄ[νθρωπον],
5ὅτι τῶν νῦν ἀλιφομένων(*), οἳ προειλήφασιν χρόνον πολύν, πολὺ κρείττων π ̣[ ̣ ̣ ̣ ̣ ̣ ̣]
καὶ σφόδρα ὀλίγου χρόνου πολὺ ὑπερέξει αὐτῶν· προσπορεύεται δὲ καὶ πρὸς̣ [ταῦτα]
καὶ πρὸς τὰ λοιπὰ μαθήματα· σὺν δὲ θεοῖς εἰπεῖν, ἐλπίζω σε στεφανωθήσεσθαι. ἀπ[όστειλον]
δ\ὲ/ αὐτῶι ἐγλουστρίδα ὅτι τάχος, καὶ μάλιστα μὲν ἔστω τὸ δέρμα αἴγειον(*), εἰ δὲ μέ(*), [μόσχειον]
λεπτόν, καὶ χιτῶνα καὶ ἱμάτιον καὶ τὸ στρωμάτιον καὶ περίστρωμα καὶ προσ̣[κεφάλαια]
10καὶ τὸ μέλι. ἔγραψας δέ μοι θαυμάζεις εἰ μὴ κατέχω ὅτι τούτοις πᾶσι τέλος ἀκ̣[ολουθεῖ].
ἐπίσταμαι, ἀλλὰ σὺ εἱ̣κανὸς(*) εἶ διοικῶν ἵνα ἀποσταλῆι ὡς ἀσφαλέστατα. v
Ἱεροκλῆς περὶ Πύρρου.
(ἔτους) κθ, Ξανδικοῦ γ,
ἐμ(*) Μέμφει.
Ζ[ή]νωνι.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.