DDbDP transcription: p.cair.zen.1.59075 [xml]
257 BC Phil<Ammonitis
[Reprinted from: sb.3.6719] SB 3 6719; P.Edg. 13
r
Τουβίας Ἀπολλωνίωι χαίρειν. καθάπερ μοι ἔγραψας ἀποστεῖλα[ι -ca.?- ]
[ -ca.?- ] μ̣ηνί, ἀπέσταλκα τοῦ Ξανδικ[οῦ]
τῆι δεκάτ̣[ηι ἄγοντα Αἰνέαν] \τὸν παρʼ ἡμῶν/ ἵππους δύο, κύνας [ἕ]ξ, ἡμιονά[γριον]
ἐξ ὄνου ἕν, ὑ̣π̣ο̣ζ̣ύ̣γ̣ι̣α̣ [Ἀ]ρ̣α̣β̣ι̣κὰ λευκὰ δύο, πώ̣[λους] ἐξ ἡμιοναγ[ρίου δύο,]
5πῶλον ἐξ ὀναγρίου ἕνα· ταῦτα δʼ ἐστὶν τιθασά. ἀπέσταλκα δέ [σοι]
καὶ τὴν ἐπι[σ]τολὴν τὴν̣ γ̣ραφεῖσαν παρʼ ἡμῶν ὑπὲρ τῶν ξενί̣[ων]
τῶι βασιλεῖ, ὁμοίως δὲ καὶ τἀντίγραφα(*) αὐτῆς ὅπως εἰδῆις.
ἔρρωσο. (ἔτους) κθ, Ξανδικοῦ ι.
βασιλεῖ Πτολεμαίωι χαίρειν Τουβίας. ἀπέσταλκά σοι ἵππο[υς δύο,]
10κύνας ἕξ, ἡμιονάγριον ἐξ ὄνου ἕν, ὑποζύγια [Ἀρ]α̣βικὰ λευκὰ [δύο,]
πώλους ἐξ ἡμιοναγρίου δύο, πῶλον ἐξ ὀναγρίου ἕνα.
εὐτύχει. v
Τουβίας τῶν ἀπεσταλμένων
τῶι βασιλεῖ καὶ τῆς πρὸς τὸν
15βασιλέα ἐπιστολῆς τὸ ἀντίγραφον.
(ἔτους) κθ, Ἀρτεμισίου ιϛ, ἐν Ἀλεξαν(δρείαι)
Ἀπολλωνίωι.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.