DDbDP transcription: chr.wilck.300r [xml]
217 BC Arsinoite
[Reprinted from: .] P.Petr. 2,38B; P.Petr. 3,53E
r
Ὧρος Ἁρμάει χαίρειν. προσπέπτωκέ μοι παρὰ πλειόνων τῶν ἐκ τοῦ νομ[οῦ]
καταπεπλευκότων τὸ ἔλαιον π[ωλ]εῖσθαι πλείονος τιμῆς τῆς ἐν τῶι προστάγμα[τι]
διασεσαφημένης, παρὰ δὲ σοῦ οὐθ[ὲ]ν ἡμῖν προσπεφώνηται οὐδʼ Ἰμούθηι τ[ῶι]
υἱῶι ἐπὶ τῶν τόπων μεταδεδώκα[τ]ε. ἔτι οὖν καὶ νῦν διασάφησόν μοι, πῶς πωλε[ῖται]
5τὸ ἔλαιον ἐν τοῖς κατὰ σὲ τόποις, ὅπως ἀνενέγκωμεν ἐπὶ Θεογένην τὸν διοικητήν.
καὶ εἰς τὸ λοιπὸν δʼ ἐπι[μ]ελὲς ὑμῖν γι[νέ]σθω, ἐάν τι τοιοῦτο γίνηται ἢ παραλογεύωνται
οἱ γεωργοὶ καὶ οἱ ἄλλοι ἢ ἐὰν ἄλλο τι ἀδίκημα γίνηται, γράφειν πρὸς ἡμᾶς ἢ Ἰμούθηι τῶι
υἱῶι ἐπὶ τῶν τόπων ἐπιδιδόναι, ὅπω[ς] διὰ τούτου πέμπηται ἡμῖν καὶ ἀναφέρωμεν
ἐπὶ τὸν διοικητήν. (hand 2) ἔρρωσο. (ἔτους) ε Παῦνι ιϛ.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.