DDbDP transcription: chr.wilck.110 [xml]
200 BC Arsinoite
[Reprinted from: .] P.Petr. 3,57A
Θεότιμος Εὔφρονος ̣ ̣ ̣ ̣[- ca.10 - ὄμνυμι βασιλέα Πτολεμαῖον τὸν ἐκ Πτολεμαίου καὶ]
Ἀρσινόης θεῶν Φιλοπατόρων [κ]α[ὶ] θεοὺς Φ[ιλοπά]τ[ο]ρας κα[ὶ θεο]ὺ[ς] Ἀδελφο[ὺς καὶ θε]οὺς Εὐε[ργέτας]
καὶ θεοὺς Σωτῆρας καὶ τὸν Σαρᾶπιν καὶ τὴν [Ἶσιν] καὶ τοὺς ἄλλους θεοὺς πάντας καὶ πάσας [τα]ύτην
τὴν ὑποθήκην ἣν ὑποτέθεικα πρὸ[ς] τ[άλα]ντα δύ[ο εἶ]ν[αι] ἐμὴν καθαρὰν καὶ μὴ ὑποκεῖσθαι
5πρὸς ἄλλο μηθὲν ἀλλʼ ἢ τὴν προγεγραμ[μένη]ν ἐγγύην. εὐορκοῦντι μέμ(*) μοι εὖ εἴη, ἐφιορκοῦντι δὲ ταναντία(*).
Θεότιμος Εὔφρονος Θρᾶιξ τῶν οὔπω ὑπὸ ἱππάρχην (ὀγδοηκοντάρουρος) ὁμολογῶ ἐνγυᾶσθαι(*) εἰς ἔκτισιν
Φίλιππον τὸν ἐξειληφότα τὴν ἀπόμοιραν εἰς τὸ δεύτερον ἔτος τῶν περὶ Φιλαδελφέαν
τόπων ἀμπελώνων καὶ παραδείσων ταλάντου ἑνὸς καὶ δραχμῶν τρισχιλίων
καὶ τὸν αὐτὸν εἰς τὴν ἔγληψιν τῶν περὶ Βουβάστον ἀμπελώνων καὶ παραδείσων
10δραχμῶν τρισχιλίων ὥστε εἶναι τὸ π[ᾶν] τάλαντα [β], πρὸς ἃ ὑποτίθημι τὴν ὑπάρχουσάν
μοι οἰκίαν \καὶ αὐλὴν/ καὶ τὰ συνκύροντα ἐν Εὐεργέτιδι κ[αὶ] ὀμώμοκα [τὸν] γεγραμμένον ὅρκον βασιλικὸν
κατὰ τὸ σύνβολον τοῦτο.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.