DDbDP transcription: p.cair.zen.1.59107 [xml]
257 BC Philadelphia
[Reprinted from: sb.3.6725] SB3,6725;PEdg19
r
Ἀπολλώνιος Πανακέστορι χαίρειν. τ̣ὸ̣ [π]λοῖον ἔτι πρότερον
ἀπεστάλκειμεν ἄν σοι, ἀλλʼ ὁρῶμεν μ̣έ̣[γα ἀνή]λ̣ω̣μ̣α̣ ἐσόμενον
εἰς τοὺς ναύτας. εἰ μὲν οὖν δύνασαι τῶν ἐγ(*) Κερκῆι τισὶν δοῦναι,
οἵτινες ἐργῶνται καὶ δια[θ]ρ̣έψο̣υ̣σ̣ι̣ τ̣οὺς̣ ν̣[αύ]τ̣[α]ς, ὅταν δέ σοι
5χρεία ἦι τοῦ πλοίου ἀποχρήσουσι, γράψον ἡμῖν· ἀποστελοῦμεν γάρ σοι.
εἰ δὲ μή, οὐχ ὁρῶ πῶς δυνάμεθα καθημένοις τοῖς ναύτοις(*) τὸν
πλεῖστον χρόνον τοὺς μισθοὺς διὰ παντὸς διδόναι.
ἔρρωσο. (ἔτους) κθ, Ὑπερβερεταίου κγ, Θῶυθ κδ. v
(ἔτους) κθ, Φαῶφι β.
10Ἀπολλώνιος
φυτείας.
Πανακέστορι.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.