DDbDP transcription: p.lips.1.1 [xml]
104 BC Pathyris
[Reprinted from: .] cfPGrenf2,28
r
βασιλευόντων Κλεοπάτρας <καὶ> βασιλέως Πτολεμαίου ἐπικαλουμένου Ἀλεξάνδρου τοῦ υἱοῦ Θεῶν Φιλομητόρων Σωτήρων
ἔτους ιγ τοῦ καὶ ι ἐφʼ ἱερείων(*) καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Μεσορὴ κγ ἐν Παθύρει ἐφʼ Ἑρμίου
τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ἀπέδοτο Πετεαρσεμθεὺς Πανοβχούνιος Πέρσης τῆς ἐπιγονῆς ὡς (ἐτῶν) λ εὐμεγέθης
μελί(χρως) ὑπόκλαστος μακροπρ(όσωπος) εὐθύριν οὐλὴ ὀδόντι καὶ παρʼ ὀφθαλμὸν ἀριστερὸν τὴν ἐπιβάλλουσαν αὐτῷ τετάρτην μερίδα
5ἀμπελωνα(*) συνφύτου τοῦ ὄντος ἐν τῇ ταινίᾳ Παθύρεως καὶ πάντων τῶν φυομένων δένδρων καὶ πέμπτην μερίδα
γῆς σιτοφόρου ἐν τῷ ἀπὸ βορρᾶ καὶ λιβὸς τοῦ ἀμπελῶνος συναπτουσαι(*) ἐν τῇ αὐτῇ ταινίᾳ <ὑπαρχούσης αὐτῷ> καὶ τοῖς ἀδελφοῖς ἀδιαιρέτου,
ὧν γείτονες νότου ἀμπελὼν Ταθώτιος τῆς Φίβιος, βορρᾶ γῆ Πατοῦτος τοῦ Ὥρου καὶ τῶν ἀδελφῶν, ἀπηλιώτου περίβολος
τῶν ἀμπελώνων, λιβὸς περίχωμα, ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. ἐπρίατο Σεννῆσις Ψενθώτου Περσίνη ὡς (ἐτῶν) κε
ἐλάσσω(ν)(*) μελί(χρως) κάκοψις μετὰ κυρίου τοῦ ἑαυτῆς ἀδελφοῦ Πετεαρσεμθευς(*) Πανοβχούνιος τοῦ πωλουμένου τιμῆς τῆς
10συνχωρηθείσης χαλκοῦ (ταλάντου) α (δραχμῶν) Εφ. προπωλητὴς καὶ βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Πετεαρσεμθεὺς
ὁ ἀποδόμενος, ἡν(*) ἐδέξατο Σεννῆσις ἡ πριαμένη. v
ὠνὴ Πετεαρσεμθέως.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.