DDbDP transcription: p.amh.2.35 [xml]
132 BC Soknopaiou Nesos
[Reprinted from: chr.wilck.68] WChr68
r,ctr
Ἀπολλωνίωι τῶν πρώτων φίλων
καὶ στρατηγῶι καὶ ἐπὶ τῶν προσόδων
παρὰ τῶν ἱερέων τοῦ Σοκνοπαίου
θεοῦ μεγάλου καὶ Ἴσιος Σνε-
φορσῆτος(*)
5θεᾶς μεγίστης καὶ τῶν συννάων
θεῶν καὶ βασιλικῶν γεωργῶν
τῶν ἐκ τῆς Σοκνοπαίου Νήσου.
τῆι ιη τοῦ Ἐπεὶφ τοῦ λη (ἔτους) καιρο-
τηρήσας ἡμᾶς ἀσχολουμένους ἐν
10Κροκοδίλων πόλει Πετεσοῦχος
ὁ λεσῶνις τοῦ Σοκν[ο]παίου θεοῦ μεγάλ[ο]υ
καταβὰς εἰς Διονυσιάδα καὶ παρα-
λογισάμενος τοὺς παρʼ ἡμῶν γεωργοὺς
Τεῶν καὶ Στοτοῆτιν ὡς ἀπεσταλ-
15μένος ὑφʼ ἡμῶν ἐπὶ τὴν παράλημ-
ψιν(*) τῶν(*) ἐκφορίων ἧς γεωργοῦσι ἱερᾶς
γῆς Σοκνοπαίου θεοῦ μεγάλου βιασά-
μενος αὐτοὺς ἐπὶ τῆς ἅλω μετε-
νήνοχεν πυροῦ (ἀρτάβας) σκ[ε] ἐ̣πὶ̣ τ̣ὴ̣ν̣ τ̣[ο]ῦ̣
20Πααλᾶτος \οἰκίαν/, ὑπὲρ ὧν ἐντυχόντες
σοι ἐπὶ τοῦ Πρεμὶτ̣ τῆι κβ τοῦ αὐτοῦ
μηνὸς καὶ προσκαλεσάμενος τὸν
Πααλᾶσιν κατεγγεγύηκας τὸν
πυρὸν τοῦ Σοκνοπαίου θεοῦ μεγάλου,
25ὑπὲρ ὧν κεχειρογράφηκεν τὸν βασι-
λικὸν ὅρκον Πετεσοῦχος ὁ λεσῶνις ὑπὲρ τοῦ
μὴ ἐφάψεσθαι τῶν ἐκφορίων τῆς γῆς
κατὰ μηδένα τρόπον ἐν τῆι(*) γεγονυίᾳ
ἡμῶν πρὸς αὐτὸν συναλλάξει τῆς
30λεσωνείας τοῦ λη (ἔτους) καὶ παραβεβη-
κότος τὰ τῆς χειρογραφίας. ἐπεὶ οὖν
σέσωσαι ἐν τῆι ἀρρωστίαι ὑπὸ τοῦ
Σοκνοπάϊτος θεοῦ μεγάλου καὶ Ἴσιος Σνε-
φορσῆτος(*) θεᾶς μεγίστης καὶ τῶν συννάων
35θεῶν ἀξιοῦμεν ἐὰν φαίνηται συν-
τάξαι καταχωρίσαι ἡμῶν τὸ ὑπόμνημα
παρὰ σοὶ ἐν χρηματισμᾷ(*) πρὸς τὴν ἐσομέ-
νην ἡμῖν πρὸς τὸν Πετεσοῦχον τὸν λεσῶνιν
κατάστασιν ὅπως μὴ ἐξῆι αὐτῶι ἐφάπτεσθαι
40τοῦ πυροῦ καὶ γράψαι Ἀπολλωνίωι τῶι ἐπιστάτει καταστῆ-
σαι αὐτὸν ἐπὶ σὲ πρὸς τὴν τούτων διεξαγωγήν, ⟦τούτου⟧
⟦γενομένου τευξόμεθʼ ἀντιλήψεως(*)⟧ ἵνʼ ἐὰν ἦι ταῦθʼ οὕτως
ἔχοντα ἡμεῖς μὲν κομισώμεθα τὰς σκε (ἀρτάβας) (πυροῦ)(*) εἰς τὸν τοῦ
θεοῦ λόγον, περὶ δὲ ἧς πεποίηται βίας καὶ χειρογρ(αφίας) διαλαβεῖν r,ms
45περί αὐτοῦ
μισοπονή-
ρως πρὸς
ἐπίστα(σιν) ἄλλων(*)
ὅπως δυνώ-
50μεθα ἐπι-
τελεῖν
τὰ νομιζό-
μενα \τοῖς θεοῖς/ ὑπὲρ
τε τοῦ \βα(σιλέως)/ καὶ
55τῶν \βα(σιλι)κῶν/ τέκνων
τυχόντες
τῆς παρὰ σ̣[ο]ῦ
ἀντιλήμψεως.
εὐτύχει.
60(ἔτους) λη
Ἐπεὶφ κβ. v
Demotic 1 line
^ r,ctr.4-34. l. Νεφορσῆτος
^ r,ctr.15. corr. ex
^ r,ctr.16. corr. ex ταιν
^ r,ctr.28. corr. ex τοισ
^ r,ctr.33-34. l. Νε |φορσῆτος
^ r,ctr.37. cf. BL 1.1 : καταχωρισμῷ prev. ed.
^ r,ctr.42. cf. BL 1.1 : τευξόμεθα τιμῆσ prev. ed.
^ r,ctr.43. cf. BL 1.1 : prev. ed.
^ r,ms.48. BL 1.431 : ἐπισ̣τ̣α( ) ε ̣ ̣ν prev. ed.

Apparatus

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.