DDbDP transcription: p.cair.zen.2.59236 [xml]
254/253 BC Philadelphia
[Reprinted from: sb.3.6744] SB 3 6744; P.Edg. 38
r
Διοτίμωι διοικητῆι χαίρειν Νεοπτόλεμος Μακεδὼν τῶν ἐν Φιλαδελφείαι κληρούχων. ἀδικῖταί(*) μου ὁ πατὴρ Στρά-
τιππος ὑπὸ Θεοκλέους τοῦ οἰκονομήσ\α/ντος τὸν Ἀφροδιτοπολίτην νομὸν καὶ Πετοσίριος τοῦ βασιλικοῦ γραμματέως. ἐπιγραφὴν γὰρ
ποιούμενοι τοῖς ἀμπελῶσι, ἐκ τριῶν ἐτῶν τὰ γενήματα λαμβά-νοντες, τὸ τρίτον μέρος ἐπέγραφον, τῶι δὲ πατρὶ ἐκ δύο ἐτῶν
τὴν ἐπιγραφὴν πεποίηνται, φάμενοι νεόφυτον εἶναι. δέομαι οὖν σου, εἴ σοι δοκεῖ, ἐπισκέψασθαι περὶ τούτων, κἄν(*) ἦι ταῦτα ἀληθ̣ῆ̣,
5ἐπειδὴ καὶ τοῖς λοιποῖς ἐκ τριῶν ἐτῶν πεποίηνται τὴν ἐπιγραφήν, δοῦναί μοι πρόσταγμα πρὸς \Ἑρμόλαον καὶ Πετοσῖριν/ ⟦αὐτοὺς⟧ ὅπως ἂν ἐκ τριῶν ἐτῶν
τὴν ἐπιγραφὴν καὶ τῶι πατρὶ ποιήσωνται, εἴτε βούλονται ἀπὸ τοῦ ἐνάτου καὶ εἰκοστοῦ ἔτους τὴν ἀρχὴν ποιούμενοι, εἴτε ἀπὸ τοῦ τρια-
κοστοῦ ἔτους, ἤδη γὰρ οἰνοποιήκαμεν ἐξ αὐτοῦ ἔτη τέσσαρα , καὶ προσδέξασθαι αὐτῶι τὸ πεπτωκὸς ἐπὶ τράπεζαν ἀργύριον παρὰ
τῶν οἰνοκαπήλων οἴνου οὗ ἔλαβον ἐκ τοῦ ἀμπελῶνος, ὅπως ἂν διὰ σὲ τοῦ δικαίου τύχηι.
εὐτύχει. v
10Νεοπτόλεμος Διοτίμωι ἔντευξιν περὶ
ἀμπελῶνος.
(perpendicular) υπε
13,md ̣

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.