DDbDP transcription: p.cair.zen.2.59240 [xml]
253 BC Philadelphia
[Reprinted from: psi.5.511] PSI5,511
r
Κλεάν[αξ] Ζήνωνι χαίρειν. περὶ τῶν ἡμιόνων
ὧν ἀπέ[στει]λα πρὸς σὲ τοὺς παῖδας ὅπως ἡμῖν ἀγορασθ[ῶσιν]
καὶ πρὸς σὲ παρακομισθῶσιν καὶ περὶ τῶν παρʼ Ἀπολλω[νίου]
ἀποσταλῶσιν εἰς τὴν δωρεὰν \ἐν Μέμφει/ τὴν Ἀπολλωνίου, καλῶς ἂν
5ποιήσαις εἰ μὲν ἐπιμεμέλησαι, εἰ δὲ μή, φροντίσας ὅπως
ἀσφαλῶς μετὰ τῶν ὑμετέρων ἀποσταλῶσιν ὡς ὄντες
Ἀπολλωνίου, ἵνα μή τι κατὰ τὰ τέλη ἐνοχληθῶσιν,
καὶ ἐὰν μὲν αὐτὸς παραγίνηι, εἰ δὲ μή, γράψας ἡμῖν περὶ
αὐτῶν εἰ προσπεπτώκασιν καὶ ἀπεσταλμένοι εἰσὶν καὶ τίνα
10οἰκονομίαν προσαγήγοχας, ὅπως εἰδήσωμεν ὅτι ὑπάρχουσιν ἡμῖ[ν]
καὶ διασεσωιμένοι εἰσὶν ἀσφαλῶς· ἐὰν δὲ μήπω προσπεπτωκό-
τες ὦσιν, ἵνα τοῖς παρὰ σοῦ συντάξηις ὡς ἠξιώκαμέν σε οἰκονομῆσαι.
ἔρρωσο. (ἔτους) λγ, Δαισίου ιγ. v
[(ἔτους)] λ̣γ, Παῦνι ιθ.
15[Κλ]ε̣άναξ.
Ζήνωνι.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.