DDbDP transcription: bgu.2.366 [xml]
AD 645-660 Arsinoite
r
† ἐν ὀνόματι τοῦ κυρίου καὶ δ[εσπότου] Ἰησοῦ
Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν
καὶ τῆς δεσπ[ο]ίνης ἡμῶν τῆς ἁγίας θεοτόκ(ου)
καὶ πάντων τ[ῶν] ἁγίων Μεσορὴ̣ ι̣ δ̣(*) ἰ(νδικτίωνος) ἐν Ἀρ̣(σίνόῃ)(*)
5Φλ(αουίῳ) Ἰ(*)ωάννῃ τῷ μεγαλοπρεπεστάτῳ π̣[αγάρχῳ]
ταύτης τῆς Ἀρσινοιτῶν πόλεως Αὐρή[λι]ος
Ἰωάννης υ(*)ἱὸς Μηνᾶ ἀπὸ κώμης Ἐλευσίνας(*)
τοῦ Ἀρσινοίτου νομοῦ χ(αίρειν). ὁμολογῶ ἑκουσίᾳ
γνώμῃ ἑτοίμως ἔχειν ἕως ἑπτακ[αιδε]κ(άτης)
10τοῦ ὄντος μηνὸς Μεσορὴ τῆς παρούσ(ης)
τετάρτης ἰν(δικτίωνος) ποιῆσαι καὶ ἑτοιμάσαι τὰ ἐπιρι ̣[ ̣ ̣]
ἐν τῷ αὐτῷ μου χορίῳ(*) εἰς λόγον τῶν
Σαρακηνῶν γονάχιν(*) ἓν καὶ στρώματ[α] τρ[ί]α
τῷ μέτρῳ τῶν αὐτῶν Σαρακηνῶν.
15εἰ δὲ μὴ ταῦτα πράξω τῇ εἰρημένῃ προθ[(εσμίᾳ)],
ἐνέχεσθαί με παρασχεῖν τῇ ὑμετέρᾳ μεγαλ(οπρεπείᾳ)
οἰκόθεν καὶ ἐξ ἰδίου μου πόρου
ὑπὲρ μὲν τοῦ γοναχίο(υ)(*) χρυσοῦ νομίσματ[α]
ἓξ καὶ ὑπὲρ ἑκάστου στρώματος χρυσοῦ
20νομίσματα τρία . κυρία ἡ ὁμολογία
καὶ ἐπερ(ωτηθεὶς) [ὡ]μολ(όγησα). † Αὐρήλιος Ἰωάννη[ς]
υἱ[ὸς Μηνᾶ] στοιχεῖ μοι πάντα ὡς [π]ρ(όκειται) †
† di emu Iustu ((tachygraphic-marks))
[διʼ] ἐμοῦ Ἰούστ(ου) † ((tachygraphic-marks))
((tachygraphic-marks)) v
† ὁμ(ολογία) γενομ(ένη) ὑπὸ Ἰωάννο[υ υ]ἱο(ῦ) Μηνᾶ εἰς Φλ(άουιον) Ἰωάννην̣ τὸν μεγαλ(ο)π(ρεπέστατον) π[άγαρχον -ca.?- ]

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.