DDbDP transcription: p.cair.zen.2.59251 [xml]
252 BC Philadelphia
[Reprinted from: sb.3.6748] SB3,6748;PEdg42
r
Ἀρτεμίδωρος Ζήνωνι χαίρειν. εἰ ἔρρωσαι, εὖ ἂν ἔχοι· ἔρρωμαι δὲ καὶ ἐγὼ καὶ Ἀπολλώνιος ὑγίαινεν καὶ
τἄλλα(*) ἦν κατὰ γνώμην. ὅτε δέ σοι ἔγραφον, παρεγινόμεθα εἰς Σιδῶνα, συμπεπορευμένοι τῆι βασιλίσσηι
ἕως τῶν ὁρίων, καὶ ὑπελαμβάνομεν ταχέως παρέσεσθαι πρὸς ὑμᾶς. χαριεῖ οὖμ(*) μοι σαυτοῦ τε ἐπιμελόμενος
ἵνα ὑγιαίνηις καὶ ἡμῖν γράφων ἐάν τί σοι βούληι γίνεσθαι ὧν ἡμεῖς δυνάμεθα. καλῶς δʼ ἂμ(*) ποιήσαις ἀγοράσας
5ἡμῖν ἵνα ὡς ἂμ(*) παραγενώμεθα ἔχωμεν μέλιτος τοῦ βελτίστου μετρητὰς γ καὶ κριθῶν ὥστε εἰς τὰ κτήνη (ἀρτάβας) χ,
τὴν δὲ τιμὴν ἀπὸ τοῦ σησάμου καὶ τοῦ κροτῶνος δο\ὺ/ς εἰς ταῦτα, καὶ τῆς οἰκίας δὲ τῆς ἐμ(*) Φιλαδελφείαι
ἐπιμελόμενος, ἵνα ὡς ἂμ(*) παραγενώμεθα καταλάβωμεν αὐτὴν ἐστεγασμένην. καὶ τὰ ζευγάρια δὲ καὶ τὰ ἱερῖεια(*) καὶ τοὺς χῆνας
[κ]αὶ τὰ λοιπὰ τὰ ἐνταῦθα ὡς ἂν ἐκποιῆι πειρῶ ἐπισκοπεῖν· οὕτω\ς/ γὰρ ἡμῖν μᾶλλον ἔσται τὰ δέοντα.
καὶ τὰ γενημάτια δὲ ἵνα τρόπωι τινὶ συγκομισθῆι ἐπιμελές σοι ἔστω. καὶ ἐάν τι δέηι εἰς
10ἀνήλωμα τὸ ἀναγκαῖον δοῦναι, μὴ ὀκνήσηις.
ἔρρωσο. (ἔτους) λγ, Περιτίου ἐμβολίμου ϛ. v
[εἰς Φιλ]αδέλφειαν. (ἔτους) λγ, Φαμενὼθ ϛ.
Ἀρτεμίδωρος.
Ζήνωνι.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.