DDbDP transcription: bgu.5.1210 [xml]
ca. AD 150 Theadelphia
1
το̣[ῦ γ]νώμο̣ν̣[ος], ὃν ὁ θεὸς Σεβαστὸς τῇ τοῦ ἰδίου λόγου
ἐπ̣ι̣τ̣ροπῇ [παρ]ε̣στήσατο, καὶ τῶν ὑπὸ χεῖρα αὐτῷ
π̣[ρ]οσγεγον̣ότ̣[ω]ν̣ ἤτοι ὑπὸ αὐτοκρατόρων ἢ συνκλή-
[το]υ ἢ τῶν [κατ]ὰ̣ καιρὸν ἐπάρχων ἢ ἰδίων λόγων τὰ
5ἐν μέ[σ]ῳ [κεφ]άλαι̣α συντεμὼν(*) ὑπέταξ[ά] σοι, ὅπως τῇ
τ̣[ῆς] ἀναγρ̣α̣φ̣ῆς ὀλιγομερίᾳ τὴν μνήμην ἐπιστή-
[σας] εὐ̣χερ[ῶς] τ̣ῶ̣ν πραγμάτων περικ[ρ]ατῇς.
α [ὧ]ν ὁ φ̣ίσ[κος ἀν]α̣λαμβάνει τὰς οὐσίας, τούτων τοὺς
τ̣άφ[ο]υς [περιε]ω̣ρ̣ᾶ̣το. ὁ δὲ θεὸς Τραιανὸς μαθὼν
10ὅ̣[τι ἁ]πλ[ῶς ἐπὶ] π̣ρ̣[οσ]τ̣ροφῇ τ[οῦ] φίσκου καὶ τῶν δα-
ν̣[ι]στ̣[ῶν] π[λε]ί̣ον[ος] ἐπιμελεία[ς] τοὺς τάφους καταξι-
[οῦ]σ̣ι̣, [τ]ὰ̣ [μὲν] μ̣ν̣[ή]ματα αὐτοῖς [σ]υ̣νεχώρη[σεν], τὰ δὲ
[κη]π̣[οτάφια ἢ τοι]αῦτα πωλεῖσθαι ἐκέλευσεν καὶ
[ἐντεινάμε]ν̣ος μόν̣ο̣ις χρεώ[σ]ταις τοῦ φίσκου
15[ἐ]κμ[πτορ]σ[ι](*) μένειν̣ συνεχώρησεν τοὺς τάφους
[αὐτῶ]ν [οἷ]ο̣ι ἐὰν ὦσι.
β̣ [- ca.9 -] ̣ ̣ ̣ ̣ι̣ας τάφους ἀκαταχρηματίστους
[πω]λ̣ε̣[ῖν οὐδ]ε̣ν̣ὶ̣ ἐξὸν ἢ μόνοις Ῥωμαίοις. ὁ γὰρ θε-
[ὸς Ἁ]δρι̣[ανὸ]ς̣ ε̣ἶ̣πεν μηδὲν εἶναι παρὰ Ῥωμαίοις
20[ἀκ]α[τ]α̣χ̣[ρημ]άτιστον.
γ̣ τ̣ῶ̣ν \εἰ[ς ἀ]ρχὴν/(*) εἰς ἴ[δ]ι̣ο̣ν λόγον εἰσδιδομένων ὁ πόρος πρὸ
[ ̣] ̣ ̣[ ̣]δ ̣κ̣ ̣ ̣ ̣ου κρατεῖται τέταρτον.
δ [τ]ῶν [τ]ελευτω[ν](*) ἀδιαθέτως(*) ο̣ἷς οὐδείς ἐστιν 2
ἄλλος κατὰ νόμο̣υ̣ς̣ κληρονόμος(*) τὰ ὑπάρχοντα τῷ φίσκῳ
25πρ̣οσκρείνεται(*).
ε τ[ὰ] ὑπὸ Ἀλεξανδρέων οἷς οὐ πρ̣οσήκει διατασσόμενα χωρεῖ
τοῖς κατὰ νόμους ⟦αυ⟧ κληρονομεῖν αὐτοὺς δυναμένοις, ἐάν-
π̣ε̣ρ ὦσι καὶ ἐπιδικάζονται(*).
ϛ Ἀλεξανδρεῖ οὐκ ἐξὸν διατάξαι γυναικὶ γενεᾶς αὐτῷ ἐξ αὐ-
30τῆς μὴ οὔσης πλέον τετάρτου μέρους ἧς ἔχει περιουσίας,
τέκνων δὲ αὐτῷ ἐξ αὐτῆς ὄντων οὐ πλείονος ἐξὸν
μερίζειν τῇ γυναικὶ ἢ ὅσων ἐὰν ἑκάστῳ τῶν υἱῶν διατάξῃ.
ζ δ[ι]αθῆκαι, ὅσαι μὴ κατὰ δημοσίους χρηματισμοὺς γείνων-
ται, ἄκυροί εἰσι.
35η ἐὰν Ῥωμαικῇ δια⟦κ⟧θήκῃ(*) προσκαίηται(*) ὅτι ὅσα δὲ ἐὰν διατά-
[ξ]ω κατὰ πινα̣κ̣ίδας Ἑλληνικὰς κύρια ἔστω, οὐ παραδεκτέα
[ἐ]στίν, οὐ γὰρ ἔ[ξ]εστιν Ῥωμαίῳ διαθήκην Ἑλληνικὴν γράψαι.
θ τ[ο]ὺς ἀπελευ[θ]έ̣ρους τῶν ἀστῶν \ἀτέκνους/ καὶ ἀδιαθέτους(*) τελευτῶν-
τας κληρονο[μ]ο̣ῦσιν οἱ πάτρωνες ἢ οἱ τούτων υἱοί, ἐὰν ὦσι
40καὶ ἐπιδικά[ζ]ο̣νται, θυγατέρες δὲ ἢ ἄλλος τι\ς/ οὐ κληρονο-
μήσουσι ἀλλὰ̣ ὁ φίσκος.
ι ὅσα ἐὰν ἀπελ[ε]ύθερος διατάξη\ταί/ τινι οὐκ ὄντι τῆς αὐτῆς
τά̣ξεως, ἀναλαμβάνεται.
ια γυνὴ Κρηνέα τέκνον οὐ κληρ[ο]νομεῖ.
45ιβ τὰ ἐκ Κρηνέας κα̣ὶ̣ ξένου γενόμενα τέκνα τοὺς γονεῖς ἀμφο-
τέ[ρ]ους κληρονομεῖ. 3
ιγ τὰ ἐξ ἀστῆς καὶ ξένο̣υ γενόμενα(*) τέκνα ξένα γεί̣νεται καὶ
οὐ κληρονομεῖ τὴν μητέρα.
ιδ οὐκ ἐξὸν ἀστῷ ἀπελευθέροις διατάσσειν πλέον φ (δραχμῶν) ἢ [μ]ηνιαίων(*) (δραχμῶν) ε.
50ιε οὐκ ἐξὸν ἀπελευθέραις ἀστῶν διατίθεσθαι ὥσπερ οὐ[δ]ὲ ἀσταῖς.
ιϛ ὅσα ἀπελευθέροις Ῥωμαίων(*) διατάσσεται ἐπὶ τῷ καὶ εἰς ἐ̣γ̣γόνους
αὐτῶν ἐλθεῖν, ἐὰν ἀποδειχθῇ τὰ ἔγγονα μηδέπω γε̣[γο]νότα ὅτε
ἡ διάταξις ἐγράφετο, ἐγλιπόντων τῶν λαβόντων ἀνα[λ]αμβάνεται.
ιζ τὰ καταλειπόμενα εἰς θυσίας κατοιχομένων, ὅταν μη[κ]έ̣τι ὦσιν
55οἱ ἐπιμεληθησόμενοι(*) του(*), ἀναλαμβάνεται.
ιη τὰ\ς/ κατὰ πίστιν γεινομένας κληρονομίας ὑπὸ Ἑλλήνω̣ν̣ \εἰς/ ⟦ὑπὸ⟧ Ῥω-
μαίους(*) ἢ ὑπὸ Ῥωμαίων \εἰς/ Ἕλληνας ὁ θεὸς Οὐεσπασιανὸς̣ [ἀ]νέλαβεν,
οἱ μέντοι τὰς πίστεις ἐξωμολογησάμενοι(*) τὸ ἥμισ[υ ε]ἰ̣λήφασι.
ιθ τὰ διατασσόμενα ἀπελευθέροις οὐδέπω ἐσχηκό[σι ν]ο̣μ̣ί̣μην
60ἀπελευθέρωσιν ἀναλαμβάνεται. νομίμη δέ ἐστ̣ι̣ν̣ [ἀ]π̣ελευθέρω-
σις, ἐὰν ὁ ἀπελευθερούμενος(*) ὑπὲρ τρίοκοντα(*) [ἔ]τ̣[η] ἦν γε[γ]ο̣νώς.
κ δουλευ(*) ἐν δεσμοῖς γενομένῳ καὶ ὕστερον ἀπελ̣ευθερωθέ̣ντι ἢ καὶ
μηδέπω τριάκοντα ἐτῶν γενομένῳ τὰ δια̣τ̣ασσόμενα ἀναλαμβ(άνεται).
κα ὁ ἐλευθερωθεὶς ἐντὸς τριάκοντα ἐτῶν καὶ οὐιδίκταν(*) λαμβάνων
65διʼ ἐπαρχος(*) ἴσος ἐστὶν τῷ μετὰ τρι[ά]κοντα ἔτη ἐλευθερωθέντι.
κβ τῶν τελευτώντων Λατίνων τὰ ὑπάρχοντα δίδοται τοῖς πά\τ/ρω-
σι(*) καὶ υἱοῖς αὐτῶν καὶ θυγατράσι καὶ κλη[ρ]ονόμοις, τὰ δὲ διατασσό-
μενα ὑπὸ μηδέπω ἐσχη\κότων/(*) νομίμ[η]ν ἐλευθερ\είαν/(*) Ῥωμαῖος
ἀναλαμβάνεται. 4
70κγ οὐκ ἐξὸν Ῥωμαίοις ἀδελφὰς γῆμαι οὐδὲ τηθίδας, ἀδελφῶν
θυγατέρας συνκεχώρηται. Παρδαλᾶς μέντοι ἀδελφῶν συν-
ελθόντων \τὰ ὑπάρχοντα/ ἀνέλαβεν.
κδ τὴν διδομένην προοῖκα(*) ὑπὸ γυναικὸς Ῥωμαίας ὑπὲρ πεν-
τήκοντα ἔτη γεγονυ[ί]ας ἀνδρὶ Ῥωμαίῳ ἐντὸς ἑξήκοντα
75ἐτῶν γεγονότι μετὰ θάνατον ὁ φίσκος ἀναλαμβάνει(*).
/ κε ὁμοίως καὶ τὴν διδομένην ὑπὸ γυναικὸς ἐντὸς ν ἐτῶν
οὔσης ἀνδρὶ ὑπὲρ ἑξήκοντα ἔτη γεγονότι ἀναλαμβανεται(*).
κϛ κἂν(*) Λατείνα ὑπὲρ πεντήκοντα ἔτη δῷ τι ὑπὲρ ἔτη ὁμοίω(ς) ἀναλαμβ(άνει).
κζ ὅσα Ῥωμαῖοις(*) ἑξηκονταετὴς ἄτεκνος ἀγύναιος ὢν κληρονο-
80μεῖ, ἀναλαμβάνεται. ἐὰν δὲ ἔχῃ γυναῖκαν(*) τέκνα δὲ μὴ καὶ ἑαυ-
τὸν προσανγείλῃ, τὸ ἥμισυ αὐτῷ συνχωρεῖται.
κη γυνὴ ἐὰν <ᾖ> ἐτῶν ν, οὐ κληρονομεῖ, ἐ[ὰ]ν δὲ ἡττόνων καὶ ἔχῃ τέ-
κνα γ, κληρονομεῖ, ἀπελευθερικὴ δ̣έ̣, ἐὰν ἔχῃ τέκνα τέσσαρα .
κθ Ῥωμαία ἐνγενὴς ἔχου[σ]α οὐσίαν σηστερτίων κ, μέχρι ἄγαμός
85ἐστιν, δίδωσι κατʼ ἔτος̣ ἑκατοστήν, καὶ ἀπελευθερικὴ δὲ ἔχου-
σα σηστερτίων κ τὸ αὐτὸ δίδωσι, ἕως ἂν γαμήσῃ.
λ αἱ καταλειπόμεναι κ̣λ̣ηρονομείαι(*) γυναιξὶ Ῥωμαίαις ἐχού-
σαις(*) οὐσίας σηστερτίων ν ἀγάμοις κ[α]ὶ ἀτέκνοις ἀναλαμβανεται(*).
λα Ῥωμαίᾳ ἐξὸν ἀνδρὶ [κ]αταλείπειν τ̣ὸ̣ δέκατον ὧν κέκτη̣τ̣[αι],
90ἐὰν δὲ πλείονα, ἀναλαμβάνε[ται].
λβ Ῥωμαίοις(*) ὑπὲρ ἑκατὸν σηστέρτι̣α̣ ἔχοντες ἄγαμοι καὶ 5
ἄτεκνοι οὐ κληρονομοῦσι, οἱ δὲ ἔλαττον ἔχοντες κληρονομοῦσ̣ι̣(*).
λγ Ῥωμαίᾳ οὐκ ἐξὸν ὑπὲρ τὴν καλουμένην κουη εμπτιωνα δια-
τάσσειν· ἀνελήμφθη δὲ καὶ ληγᾶτον(*) καταλειφθὲν ὑπὸ Ῥωμαί-
95ας ἀφήλικι Ῥωμαίᾳ.
λδ τοῖς ἐν στρατείᾳ καὶ ἀπὸ στρατείας οὖσι σ̣υνκεχώρηται διατίθεσθα[ι]
καὶ κατὰ Ῥωμαι(*)κὰς καὶ Ἑλληνικὰς διαθήκας καὶ χρῆσθαι οἷς βού-
λωνται ὀνόμασι, ἕκαστον δὲ τῷ ὁμοφύλῳ καταλείπειν καὶ οἷς ἔξ[εσ]τ̣ι̣ν̣.
λε τοὺς στρατευομένους καὶ ἀδιαθέτους τελευτῶντας ἐξὸν τέκνοι[ς]
100καὶ συνγενέσει(*) κληρονομεῖν, ὅταν τοῦ αὐτοῦ γένους ὦσι οἱ μετερχ̣[όμε]ν̣ο̣ι̣.
λϛ τῶν ἐπὶ φόνοις ἢ μίζοσιν(*) ἁμαρτήμασιν κολαζομένων ἢ καὶ δ[ιʼ ὁ-]
μοίας αἰτίας αὐθέρετον(*) φυγὴν ἑλομένων τὰ ὑπάρχοντα̣
ἀναλαμβάνεται, δίδοται δὲ τοῖς τέκνοις αὐτῶν τὸ (δέκατον) καὶ ταῖς γυ[να]ι-
ξὶν αἱ ἐν ἀργυρίῳ προῖκες, καὶ αὐτοῖς δὲ τὸ (δωδέκατον) Ἀντωνῖνο[ς]
105Καῖσαρ κ(*) κύριος συνεχώρησεν.
λζ οἱ παρὰ προστάγματα βασιλέων ἢ ἐπάρχων τι πράξαντες ἀκα[τα]λ̣-
λήλως ἐζημιώθησαν ο(*) μὲν τετάρτῳ μέρει τῆς οὐσίας οἱ δὲ ἡμ̣[ισεί]ᾳ̣,
οἱ δὲ ἐξ ὅλων.
λη οἱ ἐξ ἀστῆς καὶ Αἰγυπτίου γενόμενοι μένουσι μὲν Αἰγύπτιοι, [ἀ]μ-
110φοτέρους δὲ κληρονομοῦσι τοὺς γονεῖς.
λθ Ῥωμαίου ἢ Ῥωμαίας κατʼ ἄγνοιαν συνελθόντων {ἢ ἀστοῖς}7 Αἰγ̣υ̣π̣τ̣ίοις
τὰ τέκνα <τῷ> ἥγτονι(*) γένει ἀκολουθεῖ.
μ τὰ περὶ τῶν ἐισαγόντων οὓς μὴ δεῖ εἰς τὴν Ἀλεξανδρέων πολε[ι]τ̣[ί]αν(*)
νῦν ἡγεμονικῆς γέγονεν διαγνώσεως. 6
115μα ἐὰν Αἰγυπτιόο(*) ἐκ κοπρίας [ἀν]έλ̣ηται παῖδα καὶ τοῦτον υἱοποιήσηται,
μετὰ θάνατον τεταρτολο̣[γεῖτ]αι.
μβ οἱ ἀκαταλλήλως χρηματίζ[ον]τ̣ες τεταρτολογ̣οῦ̣ν̣τ̣α̣ι̣ καὶ οἱ εἰδότες
καὶ \συν/χρηματίσαντες αὐτοῖ̣ς̣ [τε]ταρτολογοῦνται.
μγ Αἰγυπτίων μετὰ τελευτὴ[ν] τοῦ πατρὸς γραψάν[τ]ων τὸν πατέρα Ῥω-
120μαῖον τέταρτον ἀνελήμφ[θ]η.
μδ Αἰγυπτίου ἀπογραψαμένο̣[υ] υἱὸν ὡς ἐφηβευκό̣[τ]α̣ τῶν δύο τέταρτον
ἀναλαμβάνεται.
με ἐὰν ἀστὸς Αἰγυπτίαν γαμ̣[ῆ κ]αὶ τελευτήσῃ ἄτ[ε]κ̣νος, ὁ φίσκος τὰ
ἐπίκτητα αὐτοῦ ἀναλαμ[βά]νει, ἐὰν δὲ τέκνα̣ ἔχῃ, τὸ δίμοιρον
125ἀναλαμβάνει. ἐὰν δὲ ἦν [πρ]οτετεκνὼς(*) ἐ̣ξ ἀ̣σ̣τῆς καὶ ἔχῃ τέκνα γ
ἢ καὶ πλείονα, τούτοις χ[ω]ρ̣εῖ καὶ τὰ ἐπίκτη̣τα, ἐὰν δὲ δύο <τὸ> τέταρτον
ἢ̣ τὸ πέμπτον, ἐὰν δὲ ἓν [τὸ] ἥμ̣ισυ.
μ[ϛ] Ῥ̣ωμαίοις καὶ ἀστο̣ῖ̣ς κατʼ ἄ[γνοι]αν Αἰγυπ[τί]αις συνελθοῦσι(*) συνεχω-
ρήθη μετὰ τοῦ ἀν̣ευθύν̣[ους] ε̣ἶναι καὶ τ̣[ὰ] τέκνα τῷ πατρικῷ γένει ἀκολουθεῖ.
130μζ ἀστὴ συνελθοῦσα Α̣ἰ̣[γ]υ̣[πτίῳ] κ̣ατʼ ἄγνοιαν ὡς ἀστῷ ἀνεύθυνός ἐστιν.
ἐὰν δὲ καὶ ὑπὸ ἀμφοτ̣έ̣ρ̣[ων ἀπ]αρχὴ τέκνων τεθῇ, τηρεῖται τοῖς τέκνοις ἡ πολιτεί̣α.
[μ]η ἀστοὶ(*) γήμαντες Νη̣σ̣ι̣ώ̣τ̣[ιδα]ς ὅμοιοί εἰσι τοῖς Αἰγυπτίοις συνελθοῦσι.
[μ]θ ἀπελευθέροις Ἀλεξαν[δρέω]ν οὐκ ἐξὸν Αἰγυπτίαν γῆμαι.
[ν] ἀπελευθέρας ἀστοῦ τετ̣[εκν]ω̣μένης ἐξ Αἰγυπτίου Νωρβᾶνος τὰ ὑπάρ-
135χοντα ἀνέλαβεν, Ῥοῦφ̣ο̣ς̣ [δὲ] τ̣οῖς τέκνοις ἔδωκε.
[ν]α̣ Σύρου καὶ ἀστῆς υἱὸς ἔγημ[εν Αἰγ]υπτίαν καὶ κατεκρίθη ὡρισμένον κεφάλαιον.
νβ Ῥωμαίοις ἐξὸν Αἰγυπτίαν γ̣[ῆμα]ι̣.
νγ αἱ ἀγόμεναι ὑπὸ μισσικίων [γυν]α̣ῖκες Αἰγύπτιαι, ἐὰν χρηματίσωσι ὡς Ῥω-
μαῖα(*), τῷ τῆς ἀκαταλληλία[ς κρ]ατειται(*). 7
140νδ θυγατρὶ μ[ι]σσικίου Ῥωμαίᾳ γεν[ομ]έ̣νῃ Οὖρσος οὐκ [ἐπέτρε]ψε
κληρον[ομ]ῆσαι τὴν μητέραν(*) Αἰγ[υπ]τίαν οὖσαν.
νε ἐὰν Αἰγύπτ[ιο]ς λαθὼν στρατεύσητα[ι ἐ]ν λεγ\ε/ῶνι, ἀπολυθ[εὶς εἰ]ς τὸ
Αἰγύπτιο̣[ν] τάγμα ἀποκαθίστατ[αι]. ὁμοίως δὲ καὶ οἱ ἐκ̣ [τοῦ] ἐρε-
τικο̣ῦ ἀπ[ολ]υθέντες ἀποκαθίστανται πλὴν μόνων τῶ̣[ν] ἐ̣κ
145Μησινῶν(*) [σ]τ̣όλου.
νϛ οἱ στρατευ̣[όμ]ενοι καὶ μὴ νομίμην [ἔ]χ̣[οντ]ε̣ς̣ ἀπόλυσιν, ἐ[ὰν χ]ρ[η-]
ματίσωσ[ι] ὡ̣ς Ῥωμαῖοι, τεταρτολο[γ]οῦνται.
νζ Παρ̣α̣ι̣τον[ίω]ν̣ τῶν συνερχομέν[ω]ν γυναιξὶν ἀλ̣λ̣[ο]φυλ̣[ο]υ̣ς(*) ἢ
Αἰ̣[γ]υ̣πτία[ις] τὰ τέκνα τῷ ἥττονι̣ [γέ]νε[ι] ἀκολουθε[ῖ].
150νη οἱ μὴ ἀ̣π̣ογ̣ε̣γραμμένοι(*) ταῖς [κατʼ] οἰκί̣αν ἀπογ[ρα]φα[ῖς ἑ]α̣υτούς
τε κα[ὶ] οὓς [δ]εῖ τεταρτολογοῦνται, [κα]ὶ̣ ἐὰν δυσὶν ἀπογρ[αφ]α̣[ῖς μ]ὴ
ἀπογρα\ψά/μενοι(*) εἰσδοθῶσιν, δ[ὶ]ς(*) τέταρτ[ο]ν ⟦αναλ[α] κατακ]ρ̣ίνονται.
νθ Ῥωμαῖοι κ[α]ὶ Ἀλεξανδρεῖς μὴ ἀπ[ογρ]αψάμενοι οὓς δεῖ, ἐά[ν τ]ε̣ ἕν̣α
ἐὰν τε πλεί[ο]υς, ἓν τέταρτον κατ[ακρ]ί̣νοντα[ι].
155ξ οἱ μὴ̣ ἀπογραψάμενοι ἀνδράπο[δα μ]όνων τῶν ἀ̣ν̣δ[ρα]πόδω[ν] στέρωνται(*).
ξα τῶν̣ ἀναπογ[ρ]άφων δούλων ἡ ἐπ[αφ]ὴ(*) δίδοται τοῖς δ[ε]σπότ[αι]ς, ἐάν-
περ μηδέν̣α̣ πόρον ἔχωσι ἢ ⟦μη⟧ μ̣[όν]ους τοὺς δούλου[ς].
ξβ οἱ ἐν στρατε̣[ί]ᾳ ὄντες ἀναπόγραφ[οι ο]ὐ κρατοῦνται, γυναῖκ̣[ε]ς δὲ
αὐτῶν κ[αὶ] τέκνα εὐθύνοντ[αι].
160ξγ οἱ εὐθυνόμενοι ὡς μὴ ἀπογρα[ψά]μ̣ενοι τῇ προτέρᾳ ἀπογ[ρα]φῇ,
ἐὰν ἡ προσθ̣ήκη μέχρι γ ἐτῶν [ᾖ], συν̣γνωμονοῦνται.
ξδ τὰ περὶ τῶν χωρὶς ἀποστόλου ἐκ̣πλεόντων νῦν ἡγεμονικῆς δια-
γνώσεως [ἐ]γ̣ένετο.
ξε δοῦλοι κατʼ ἄ̣γνοιαν τοῦ δεσπότου ἐ̣ξαχθέντες ἐπράθησαν. 8
165ξϛ οἱ ἐξ̣[ὸ]ν̣ ἐκπλεῖν ἀναπόστολοι πλέοντες τριτο̣λ̣ογο[ῦντ]αι, ἐὰν δὲ δούλους
ἰδίο̣[υς] ἐξάγωσιν ἀναποστόλους, ἐξ ὅλων ἀναλαμβάν[οντα]ι̣.
ξζ οἱ Αἰγυ[πτ]ίων δούλων οἰκογενεῖς(*) τάσσοντε̣ς ἢ̣ πωλοῦντε̣ς̣ [ἀ]π̣ὸ οἰκογενείας ὑπὲρ
τοῦ [ἐκ]πλεῖν αὐτοὺς ὅτε μὲν ἐξ ὅλων ὅτ̣ε̣ δὲ ἐξ ἡμίσου[ς ὅτ]ε̣ δ̣ὲ ἐκ τετάρτ[ο]υ ἀνε-
λήμ[φ]θησαν· κατὰ τῶν συνγνόντων ἐ[π]ί̣τε̣ι̣μα(*) ὡρίσθ[η]· τ̣[ῶ]ν μέντοι οἰκογε-
170νῶ[ν], κὰ̣̓̀ν(*) [μ]ὴ̣ Αἰγυπτίων μητέρων ὦσιν, τ̣ὸ μητρικὸν [γ]έν̣ος οὐκ ἐξετάζεται.
ξη Ῥωμ[αῖ]ο[ς ἐκπ]λεύσας μὴ πλήρη τὰ πρὸς ἔκπ̣λο̣υ̣ν̣ γράμματα [ἐσχ]ηκ̣ὼ̣ς κατεκρίθ[η] (τάλαντον(?)) [ ̣].
ξθ Αἰγυ[πτ]ία διὰ Πη̣λουσίου δούλους ἐκπέμψ̣ασ̣α σὺ̣ν̣ υ̣[ἱο]ῖ̣[ς - ca.9 -]υμέν[ο]ι̣ς κ̣α̣τ̣ε̣-
κρί̣[θη] (τάλαντον) α (δραχμὰς) Γ.
ο τοῖς [ἐν] δημοσίαις χρ̣ε̣ίαις οὖσ̣ι̣ οὐκ ἐξὸν ὠνεῖσθ̣α̣ι̣ ἢ̣ δ̣[ανεί]ζε̣ιν ἐν οἷς π[ρ]αγ[μ]α-
175τεύο[ντ]αι τόποις οὐδὲ ἰδίοις αὐτῶν ο[ὐ]δ̣ὲ ἐξ ὑπολ̣ό̣γ̣ο̣υ̣ [οὐδὲ ἐ]κ προκηρύξεως
ὅλου ν̣ομοῦ̣, ο̣ἱ δὲ ὑπόβλ̣ητο̣ι̣ τῶν τοιο̣ύ̣των γεινόμ̣ε[νοι] ε̣ὐ̣[θύ]νονται τῷ ἴ̣σ̣ῳ̣,
καὶ αἱ [ἀ]ντικαταλάξεις(*) ἐνίοτε ἐκρατή[θ]ησαν· τὰ δὲ ἐπ[ίτι]μα τὰ τοιαῦτα̣, ἐ̣[ὰ]ν̣
μὲν παρὰ ἰ(*)διώτου ἀγοράσωσι, τὴν ἴσην τῶν ἠγορασ[μέ]ν̣ων ⟦[τ]ιμὴν⟧ συ̣ν̣τί-
μησ[ι]ν̣, ἐὰν δὲ δανίσωσι(*), τὸ̣ ἴ̣σον κεφά̣[λ]αιον, καὶ̣ οἱ [ὑπόβ]λητοι τ\ὰ/ αὐτὰ κινδύ-
180νῳ ἐ̣[κεί]νων· ἐὰν δὲ πραθέντα, ἣν ἔλαβον καλῇ̣ π̣ί̣σ̣[τει] τιμήν.
οα̣ ἱερεῦσ[ι] οὐκ ἐξὸν πρὸς ἄλ[λ]ῃ χρείᾳ εἶναι ἢ τῇ τῶν θ̣ε̣ῶ̣ν̣ [θρ]η̣σκείᾳ οὐδὲ ἐν
ἐρεᾷ [ἐ]σθῆτι προι(*)ναι(*) ο[ὐ]δὲ κόμην φορεῖν ο[ὐ]δὲ ἐ̣ὰ̣ν̣ [ξε]ν̣ωθῶσιν τοῦ θ[ε]ί̣[ο]υ ψαρ̣.
οβ̣ ἀσφρ̣α[γ]ί̣σ̣τους μόσχους οὐ̣κ̣ ἐξὸν θύειν· οἱ̣ δὲ π̣[α]ρ̣ὰ̣ τ̣α̣ῦ̣[τα θύσ]α̣ντες κατακρίνονται(*) (δραχμὰς(?)) φ̣
ογ̣ ἱερατικ̣ὰ̣ς προσόδο[υ]ς οὐκ ἐξὸν ἐπ̣ιδανείζειν.
185οδ̣ στολιστὴς καταλ̣ιπὼν τὰς θρησκείας κατεκρ[ί]θη τ̣ὰ̣ς̣ [προσό]δ̣ους καὶ ἐπ[ί]τιμον (δραχμὰς) τ.
οε̣ ἱερεὺς καταλειπὼν(*) τὰς θρησκείας κατεκρίθη (δραχμὰς) σ̣
ἐρεᾷ ἐσθῆτι χρησάμενος (δραχμὰς) σ συριστὴς (δραχμὰς) ρ παστοφ̣ό̣[ρο]ς (δραχμὰς) ρ.
οϛ ἱερεὺς ἐρεᾷ ἐσθῆτι χρησάμενος καὶ κόμην φορέσας <κατεκρίθη> (δραχμὰς) Δ̣(*).
οζ αἱ ἐπὶ \δ̣[ι]α̣/δοχῇ̣(*) προφητεῖαι τῷ γένει φυλάσσονται.
190οη αἱ δὲ πραθεῖσαι ψειλῶς(*) καὶ μ̣ὴ ἐφʼ αἱρέσι(*) πραταί εἰσιν.
οθ ἐν παντ̣ὶ̣ ἱερῷ, ὅπου(*) ναός ἐστιν, δέον προφήτην εἶναι καὶ λα̣μ̣βάνει τῶν προσόδων
τὸ π̣[έμ]πτον. 9
π αἱ στολιστεῖ[αι] πραταί εἰσιν. τοὺς προφήτας(*) στολισταὶ διαδέχονται.
μόνῳ προ[φή]τῃ(*) ἐξὸν τὸ τῆς δικαιοσύνης παράσημον φορεῖν.
195παστο[φόρ]ο̣ι̣ς(*) οὐκ ἐξὸν ὡ̣ς ἱερεῦσι χρηματίζειν.
παστοφόρο̣[ις] ἐ̣ξὸν ἰδιωτ̣ι̣κ̣ῶ̣ν̣ ἐ̣φ̣ίεσθαι τάξεων.
ἱερατικὰ γ̣έ̣ρ̣α̣ θυγατρὶ φυ̣λ̣ά̣σ̣σ̣ε̣[τ]αι.
ἐὰν ἱ̣(*)ε̣[ρ]ὰ̣ ὀ̣λιγ̣[αν]θρωπῇ, ἐξ ὁμο[τί]μου(*) ἱερ[ο]ῦ ἐξὸν̣ λ̣α[μ]βάνειν ἱερέας̣
πρ[ὸ]ς [κ]ωμ̣α̣σ̣ί̣ας.
200ἐν(*) [Ἑλ]ληνικ̣[οῖ]ς ἱεροῖς ἐξὸν ἰ̣δ̣ι̣ώ̣ταις κωμά̣ζ[ε]ιν.
μ̣ο̣σ̣χ̣οσφραγ̣ι̣στ̣αὶ ἐξὸν λ[ο]γ̣ί̣μω̣ν̣ ἱερῶν δοκιμάζοντ̣αι(*)
τ̣ῶ̣ν̣ ἐκ̣ κ[λί]ν̣ης ἱερῶν πρ̣[ο]φῆ̣τ̣[αι] ο̣ὐ γ̣εύο̣ν̣ται ἀλλὰ πτεραφόροι(*).
οἱ̣ [μ]ὴ̣ πέμ[ψ]α̣ν̣τες στολίσμα̣τ̣α̣ [εἰ]ς ἀπο[θέ]ωσιν Ἄπιδος ἢ Μνέ̣[υι]δος
[κατα]κρίνο[ντ]αι πρό[σ]τειμο̣ν̣(*).
205οἱ δ̣[ι]ὰ σίνος [ἢ] π̣άθ̣ος ἀθαρ̣ά̣π̣ε̣υ̣τ̣ον(*) ἀφ̣α̣ι̣ρ̣ο̣ύμεν̣[οι] τ̣ο̣ῦ̣ ψάρ̣υ
ο̣ν̣ μὲν τ̣οπ̣ ̣ ̣ι̣ οὐ λαμβάνουσι, τὰς δὲ σ̣υ̣ν̣τάξεις.
τὰ ἐπιγινόμ[εν]α τέκν̣α τ̣ο̣[ῖς] θ̣[ ̣] ἱ̣ερ̣ωμένοις οὐχ ἱερᾶται.
ἀ̣πὸ καταδ̣[ί]κ̣ης ἱερέω̣[ν οἱ υἱο]ὶ̣ [κ]αθίστ̣α̣νται, οἱ δὲ μ̣ετὰ ταῦτα
υἱ̣ο̣ὶ αὐτῶν [ἱ]ερῶνται̣.
210κ̣η̣πριάρτῳ [ο]ὐκ ἐξὸν ἱ̣ε̣[ρᾶσ]θ̣α̣[ι -ca.?- ]
τοῖς θάπτουσι τὰ ἱερὰ ζ̣ῶ̣[ια] ο̣ὐ̣κ̣ [ἐξ]ὸν πρ̣ο̣φη̣τεύειν οὐδὲ ναὸν
κωμάζειν ο̣[ὐ]δὲ τρ̣έ̣φ̣ε̣ι̣ν̣ ἱ̣ε̣ρ̣ὰ [ζ]ῶ̣[ι]α̣.
παστοφόροις οὐκ ἐξὸν κ̣[ω]μ̣άζ[ει]ν [οὐ]δ̣[ὲ] ἱ̣ε̣ρ̣έ̣ω̣ν τάξεων ἀντιλαμβάνεσθα̣ι̣.
ἱερε[ῖ]ς οὐ κωμάζουσι̣ν̣ π̣ρ̣ὸ̣ π̣[τερ]α̣φό̣[ρω]ν(*).
215ἱερατικὴ τάξ[ι]ς ὑπὸ ἰδι̣ω̣τ̣ῶ̣ν̣ ο̣ὐ̣κ̣ ἐ̣π̣[ικρατ]ε̣ῖ̣τ̣αι.
ο̣ἱ̣ αἰτησάμενοι ἀναθέ̣μ̣ατ̣α(*) πο[ιῆ]σαι κ̣α̣[ὶ ποιήσ]αντες κατεκρίθησαν (δραχμὰς) φ
ἐπὶ τῷ ποιιῆσαι(*).
τὸ ὑπὲρ παραχειρογ̣[ρ]αφ[ί]ας μέ̣γ[ιστ]ον [πρόστ]ε̣ι̣μον(*) (δραχμαὶ) φ.
οἱ εἰς ῥητὴν προθεσμί̣α̣ν χειρ̣ο̣γ̣[ρ]α̣φή̣σ̣[αν]τ̣ες διὰ στρατ̣ι̣ω̣τ̣ῶν ἢ τῶν
220τοιούτων οὐκ ἐθύ[ν]ονται(*).
τοὺς συναλλαγματογράφ̣ο̣υ̣ς̣ ὡ̣[ρί]σ̣θ̣η̣ [κα]τ̣α̣χ̣ωρίζειν ἐνθάδε ἐπὶ τῆς 10
[πόλεως τὰ] συναλλάγματα Θηβαίδος μὲν ἐντὸς ἡμ̣[ερῶν ξ]
[τῶν δὲ λοι]π̣ῶν νομῶν ἐντὸς λ
[αὐτῆς δὲ τ]ῆ̣ς πόλεως ἐντὸς ἡμερῶν ιε
225[οἱ δὲ μὴ κατ]α̣χωρίσαντες κατεκρίθησαν (δραχμὰς) ρ
[ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣] ̣ ̣ δὲ ἐντὸς πέντε τοῦ̣ ἑξῆς μηνὸς κ̣α̣[ταχωρίζειν].
[ἐάν τινες] χρηματισ[μ]οῦ ὑποθηκῶν ἢ ⟦ο⟧ ὠνῶ[ν] σ̣υ̣ν̣ά̣λ̣λ̣[αγμα γράψων-]
[τ]α̣ι̣ χ̣ω̣ρ̣[ὶς ἐ]πιστάλματος, κατακρίνονται (δραχμὰς) ν.
[ἐ]άν τ̣ι̣ ἀπῇ̣ [τ]οῖς γυμνασ[ι]άρχοις τῆς πόλεως εἰ̣[ς ἄ]λ̣ε̣ι̣ψ̣ιν, ἐ̣[ξὸν ἄγειν εἰς τὴν ἐ-]
230π̣αρχίαν ἔλαιον καὶ τὸ περισσὸν πωλεῖν τῆς οὔσ̣η̣ς τι[μῆς ἐν τῇ πόλει ἢ]
στέρεσθαι τοῦ ἐλαίου καὶ πρόστ̣ειμον(*) διδόναι (τὰλαντα) κ̣.
ἐπὶ ὑγροῖς οὐκ ἐξὸν δανίζε[ι]ν̣(*).
[ἀ]τρύγητα γενήματα οὐκ ἐξ̣ὸ̣ν̣ π̣ωλεῖν
ο̣[ὐ]δὲ γένημα ἀνεπίγραφον ε ̣ ̣[ ̣ ̣]ν.
235τ̣ῶν δανισάντων(*) πλέον δ[ραχμ]ι̣α̣ί̣ου τόκ̣[ο]υ τὸ ἥμι̣σ[υ] τ̣ῆ̣ς̣ [ο]ὐ̣σ̣ία[ς]
ἀναλαμβάνεται καὶ τῶν δ[ανεισα]μ̣έ̣νων τὸ τέταρτο̣ν̣.
ν̣[ό]μ̣ισμα πλέον οὗ ⟦κ⟧ ἰσχύει οὐ[κ ἐξὸ]ν̣ κε̣[ρ]ματίζειν.
τ̣ῶ̣ν̣ ἀναιρουμένων ἀπὸ κοπ̣ρ̣[ίας ἀρσ]ε̣ν̣ι̣κ̣ὰ μετὰ θάνατο̣[ν τὸ] τ̣έ̣τ̣α̣ρ̣[τ]ον
ἀναλαμβάνεται.
240ο[ἱ σύ]νοδον νέμοντες κατεκ̣[ρίθ]η̣σ̣[α]ν̣ ἐκ (δραχμῶν) φ, ἐνίοτε̣ μ̣ό̣ν[οι] ο̣ἱ̣ [π]ρ̣ο̣[σ]τάται.
ο̣ὐ̣κ̣ ἐξὸν Καισαριανοῖς ἀγορ[άζειν τι ἐ]ξ̣ ἀπαρτείας.
[οὐ]κ ἐ̣ξὸν οὐικαρίοις κτᾶσ̣θα̣ί̣ [τι ουδὲ ἐλ(?)]ε̣υ̣θέρας(?)(*) γαμε[ῖ]ν.
ο̣[ἱ] στρατευόμενοι ἐ̣κ̣ω̣λ̣ύ̣θ[ησαν καθʼ ἣ]ν̣ στ̣ρατεύονται ἐπα̣[ρ]χ̣[ί]α̣ν̣ ἐ̣νκ̣[τ]ᾶ̣σθαι.
γ̣ά̣λ̣λ̣ων καὶ σαθρῶν τ̣ῶν ἀ̣π̣[ο]γ̣[εγραμμέ]ν̣ων(*) μετὰ τελευτ[ή]ν̣, ἐ̣ὰ[ν ἀδ]ι̣άθε-
245το̣ι ἀποθάνωσιν, τ̣ὸ̣ [σύνολον(?)](?)(*)[ ἀ]ν̣α̣[λα]μβάνεται,
ἐὰν δὲ διαθῶνται, τὸ δ̣ί̣[μ]ο̣[ι]ρ̣[ον ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣]ι̣· τὸ δὲ τρίτον οἷς ἐὰ̣ν̣ διατά-
ξωνται ὁμοφύλοις ̣[ -ca.?- ]
οἱ μὴ εὑρ[ι]σκόμενοι, ἐὰ̣[ν ἀπογράψωνται(*) α]ὐ̣τ̣οί, ἀπελύθησαν· ἐ̣ν
ἄλλως ἀποδειχθῶσ[ι (?) -ca.?- κατεκρίθησαν]
250καὶ οἱ ὑπογύως ἀν̣ελ̣ε[γκτοι ὄν]τ̣[ες ἐξ](*) αὐτῶν ἕκασ[τ]ο̣ς ὑπὲρ βεβαιώσεως
ἀπαιτεῖται (δραχμὰς) φ.
οἱ δὲ πρὸ ε̣ (ἐτῶν(?)) οὐκ̣ ἐ̣ν̣(*) κα̣ ̣ ̣κ̣ρ̣α̣[ ̣ ̣ ̣]σιν [ ̣ ̣ ̣ ̣ ̣ ̣] διαγράφ[ο]υσι (τάλαντα) κ. 11
-- -- -- -- -- -- -- -- -- --
254[18 lines missing]
253[ ̣ ̣ ̣]ε̣ ̣α̣[ ̣]ν̣ο̣[ ̣ ̣] επ̣ι̣[ -ca.?- ]
[ ̣ ̣ ̣ ̣ ̣] ̣σ̣τ̣ε ̣ ̣ ̣ ̣[ ̣ ̣]ρι ̣ε[ ̣] ̣[ -ca.?- ]
255θ̣[ ̣ ̣ ̣]ν̣ καὶ ο̣[ ̣ ̣ ̣ ̣ ̣ ̣]η̣ν̣ τ̣ο̣υ̣[ -ca.?- ]
ο[ ̣ ̣ ̣ ̣] ̣ πλ̣[ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣]τ̣ω̣ν̣ [ -ca.?- ]
Τα̣ ̣[ ̣ ̣] ε̣λη̣[ ̣ ̣ ̣ ̣ ̣]ρ[ ̣]κ̣ο̣ ̣[ -ca.?- ]
τεα[ ̣ ̣]ν̣ο̣[ ̣ ̣ ̣ ̣ ̣]ρα ̣ε̣ ̣α[ -ca.?- ]
ἐ̣νι[ ̣ ̣ ̣]α̣ ̣[ ̣ ̣ ̣ ̣ ̣ τ]ῷ̣ φ̣[ί]σ̣κ̣ῳ [ -ca.?- ]
260ἀνε[λήφθη(?) ̣ ̣ ̣ ̣ ̣ ̣]χ̣η̣ ο ̣[ -ca.?- ]
οἱ ὑποσ[χόμενοι ̣ ̣ ̣ ̣ ̣]τ̣ῶν μ̣[ -ca.?- ]
ἀπ̣α̣[- ca.10 - ὑπ]οσχέσε̣[ -ca.?- ]
ὑποσχ[ες - ca.11 -]ο ̣ ̣ομ̣[ -ca.?- ]
κρι̣[- ca.13 -]ρ̣τ̣ι̣λ̣[ -ca.?- ]
265τῶν [- ca.13 -]π̣ι̣του̣τ̣ ̣[ -ca.?- ]
τῶ[ν - ca.14 -]ο̣υ̣μένω̣[ν -ca.?- ]
^ 1.5. corr. ex συντελων
^ 1.15. BL 7.19 : [ ̣ ̣ ̣]ε̣λη̣μ̣[ ̣ ̣ ̣ ̣ ̣]ς prev. ed.
^ 1.21. BL 7.19 : prev. ed.
^ 1.23. l. [τ]ελευτώ[ν<των>]
^ 1.23. BL 7.19 : ἀδιαθέτω[ν] prev. ed.
^ 2.24. corr. ex κληρονομο⟦υ⟧
^ 2.25. l. προσκρίνεται
^ 2.28. l. ἐπιδικάζωνται
^ 2.35. l. διαθήκῃ
^ 2.35. l. προσκέηται
^ 2.38. corr. ex διαθετουσ
^ 3.47. corr. ex γεναμενα
^ 3.49. corr. ex [μ]η̣ναιων
^ 3.51. corr. ex ρωμαι⟦ουσ⟧
^ 3.55. corr. ex επιμελεθησομενοι
^ 3.55. corr. ex
^ 3.55. l. τού<των>
^ 3.56. corr. ex
^ 3.58. corr. ex
^ 3.58. l. ἐξομολογησάμενοι
^ 3.61. corr. ex απολευθερουμενοσ
^ 3.61. l. τρίακοντα
^ 3.62. l. δούλῳ
^ 3.64. l. οὐι<ν>δίκταν
^ 3.65. l. ἐπάρχου
^ 3.66. corr. ex
^ 3.68. corr. ex εσχηκοσι
^ 3.68. corr. ex
^ 3.68. l. ἐλευθερίαν
^ 4.73. l. προῖκα
^ 4.75. corr. ex αναλαμβανεται
^ 4.77. l. ἀναλαμβάνει
^ 4.78. l. καὶ ἂν
^ 4.79. l. Ῥωμαῖος
^ 4.80. l. γυναῖκα
^ 4.87. l. κληρονομίαι
^ 4.87. corr. ex
^ 4.88. l. ἀναλαμβάνονται
^ 4.91. l. Ῥωμαῖοι
^ 5.92. corr. ex κληρονο⟦υ⟧
^ 5.94. corr. ex ληγαδον
^ 5.97. ρωμαϊκασ papyrus
^ 5.100. l. συγγενέσι
^ 5.101. l. μείζοσιν
^ 5.102. corr. ex
^ 5.102. l. αὐθαίρετον
^ 5.105. l. ὁ
^ 5.107. l. ο<ἱ>
^ 5.112. l. ἥττονι
^ 5.113. l. πολιτείαν
^ 6.115. l. Αἰγύπτιος
^ 6.125. l. [πρ]οτετεκνω<κὼ>ς
^ 6.128. corr. ex συνελθουσ⟦αισ⟧
^ 6.132. corr. ex αστοι⟦σ⟧
^ 6.138-139. l. Ῥω |μαῖαι
^ 6.139. l. κρατοῦνται
^ 7.141. l. μητέρα
^ 7.145. l. Μισηνῶν
^ 7.148. l. ἀλλοφύλοις
^ 7.150. corr. ex απογραψαμενοι
^ 7.152. corr. ex απο⟦γε⟧
^ 7.152. BL 7.19 : [ἓν] prev. ed.
^ 7.155. l. στέρονται
^ 7.156. BL 2.28 : ἐπ[ιγον]ὴ prev. ed.
^ 8.167. corr. ex οικογονεισ
^ 8.169. l. ἐπίτιμα
^ 8.170. l. καὶ ἂν
^ 8.177. l. ἀντικαταλλάξεις
^ 8.178. ϊδιωτου papyrus
^ 8.179. l. δανείσωσι
^ 8.182. l. προι<έ>ναι : προϊναι papyrus
^ 8.183. corr. ex καρακρινο[ν]ται
^ 8.186. l. καταλιπὼν
^ 8.188. BL 8.43 : Α̣ prev. ed.
^ 8.189. corr. ex \δ̣[ι]α̣/δοχα̣ι̣
^ 8.190. l. ψιλῶς
^ 8.190. l. αἱρέσει
^ 8.191. corr. ex ουπου
^ 9.193. corr. ex προφηται
^ 9.194. BL 7.19 : προ ̣[ ̣] ̣α̣ι̣ prev. ed.
^ 9.195. corr. ex
^ 9.198. ϊ̣ε̣[ρ]α̣ papyrus
^ 9.198. BL 7.19 : ὁμ ̣ ̣ ̣ν̣ου prev. ed.
^ 9.200. corr. ex ε⟦α⟧
^ 9.201. corr. ex δοκαμιζον̣ται
^ 9.202. BL 7.19 : πασ̣το̣φόροι prev. ed.
^ 9.204. l. πρόστιμον
^ 9.205. l. ἀθεράπευτον
^ 9.214. BL 7.19 : π̣[αστ]ο̣φ̣ό̣[ρω]ν prev. ed.
^ 9.216. BL 7.19 : ἀναθή̣μ̣ατ̣α prev. ed.
^ 9.217. l. ποιῆσαι
^ 9.218. l. [πρόστ]ιμον
^ 9.220. l. ε<ὐ>θύ̣νονται
^ 10.231. l. πρόστιμον
^ 10.232. l. δανείζειν
^ 10.235. l. δανεισάντων
^ 10.242. BL 2.30 : [οὐδὲ ἀπελ]ε̣υ̣θέρας prev. ed.
^ 10.244. BL 3.18 : μ̣ὴ̣ τ[ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣] ̣ ̣ων prev. ed.
^ 10.245. BL 3.18 : - ca.9 - prev. ed.
^ 10.250. BL 3.18 : ἀν̣ελ̣ε[ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣]τ̣[ ̣ ̣ ̣ ̣] prev. ed.
^ 10.252. BL 3.18 : [ ̣] ̣ prev. ed.

Apparatus

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.