Papyri.info

sign in

p.trier.2.15 = HGV P.Trier 2 15 = Trismegistos 957786



DDbDP transcription: p.trier.2.15 [xml]

column i
[Πτολεμαίωι. τῆς δεδομένης ἡμῖν προσαγγελίας παρʼ Ἀντι]φί[λ]ου
[τοῦ Ἀρχελάου τῶν παρεφεδρευόντων Μυσῶν τὸ ἀ]ντίγ[ρ]αφ[ο]ν
[ὑπόκειται, ὅπως εἰδῆις. ἔρρ]ω̣σ[ο. ⁦ -ca.?- ⁩]
[Προσάγγελμα Φίλωνι γρα]μ̣μα[τε]ῖ παρʼ Ἀντιφίλ̣ου
5[τοῦ Ἀρχελάου τῶν παρεφεδρευόντ]ω̣ν ἐν τῶι Ἡρακλεοπολίτηι
[Μυσῶν. κ]ενῶν χωρῶν δραχμή φ
[ἀρ(τ)άβη ι ἑκατοντα]ρχίας̣, ἐν ἧι εἰμί, συνπληρού-
[μενος](*) [ἔγρ]αψα τοῖ̣ς̣ ἐ̣π̣ὶ̣ τῶν τ̣ό̣π̣ων· ἃ γὰρ   ̣  ̣  ̣
[κεν]ῶν χωρῶν
10εὐτύχει.
[ταῖς] ἐ̣π̣ι̣δεδομέναις τῶν
[π]ρ̣[οστέ]τ̣ακται, ποιεῖν, τὰ δὲ
[⁦ -ca.?- ⁩]α̣ς̣ ἀπὸ κενῶν χωρῶν διασεσαφημένου
[⁦ -ca.?- ⁩]ι̣ προσθεμά[των (δραχμή)] φ καὶ πυρῶν ἀρ(τ)άβη ι.
15[Πτολεμαῖος] Φ̣ίλωνι τῶι γραμματεῖ. ὡς ἂν προσαγγείληι
[Ἀντίφιλος περὶ προσθεμάτω]ν̣ (δραχμή) [φ] καὶ πυρῶν ἀρ(τ)άβη ι, ὧν τιμὴ
[τῆς ἀρ(τ)άβη (δραχμή) ρν, διασάφησον μοι ἀφʼ ὧν ἂν] χωρῶν τ̣ι̣θ̣ῆ̣ται καὶ
[ἀφʼ oὗ χρόνου.]
[⁦ -ca.?- ⁩]
20[μ]ε̣τ̣έ̣δωκ  ̣[- ca.7 -]υ̣ν
[κενῶν χω]ρῶν ὧ̣ν  ̣  ̣αγ̣γε̣λί[α]ς̣
[⁦ -ca.?- ⁩]
[⁦ -ca.?- ⁩] Ἁ̣θύρ̣
[⁦ -ca.?- ⁩ τῶν διὰ Πτολεμαί]ο̣υ τῶν πρώτων φίλων
25[τοῖς γραμματεῦσι ἀπεσταλμέν]ω̣[ν] προστα̣γ[μάτ]ω̣ν̣ τὸ ἀντίγραφον
column ii
ὑ̣π̣οτετάχαμεν, ἵν’ ὡς ἂν προστάξητε π̣[⁦ -ca.?- ⁩]
——
εὐ̣τ̣υ̣χ̣εῖτε.
τοῖς γραμματε̣ῦ̣σι.
,,τῶν προφερομένων γεγονέναι αὐτοῖς ὀψώνια ἢ π̣ρ̣ο̣σ̣θ̣έματα
30ἢ μεταβάσεις ἢ ἄλλα φιλάνθρωπα ὑπὸ τοῦ ἀδελφ[οῦ ἡμ]ῶν
ἐν τοῖς κατὰ τὴν Ἀσίαν τόποις, ὅσοι ἂν ἐπιδείξωσιν ἐ[ν] ὧι δηποτοῦν
λογιστηρίωι ἕν τ̣ι τῶν καθηκόντων ἐξαποστέλλεσθαι
προσταγμάτων ὑπάρχον, ἐν ὧι ἔσται ἡ τοῦ κατʼ ἐκεῖνον τὸν καιρὸν
ὑπομνηματογράφου χείρ, ἢ ἐσφραγισμένα προστάγματα ἢ ἐπιστολὰς
35γεγραμμένας ὑπὸ τῶν ἀρχιγραμματέων τοῖς ἐνταῦθα
καταλειφθεῖσι διαδέχεσθαι, μενέτω κύρια καὶ προσαναφερέσθω
περὶ ἑκάστου· ἐ<ὰ>ν δέ τινες π̣ροφέρωνται πάντα παραπεπτωκέναι,
λαμβάνοντας χειρογραφίαν ὅρκου βασιλικοῦ περὶ ἑκάστου
τ̣ὸ̣ν α̣ὐ̣τὸ[ν] τρόπον προσαναφέρετε.“ (ἔτους) κ Μεσορὴ κε
——
40παρὰ τῶ̣[ν] γραμματέων. ἀποστείλαν[το]ς σοῦ (ἔτους) κε Παῦνι κ̣α̣
προστεταχ[έν]αι τὸν βασιλέα· „οἷς̣ γέγονεν ὀψώνια ἢ προσθέματα
ἢ ἄλλο̣ τι̣[ἐ]ν τοῖς̣ κατὰ τὴν Ἀσίαν τόποις, ὧν καὶ τὰ προστάγματα
ἐκπέπτωκεν, ἀνενεγκεῖν,“
——
ἐπισκο̣π[οῦ]ντας πρότερον εὑρίσκειν ἀπὸ τῶν κεχρηματισμένων
45ἐντεύξεων ἔν τε Ἀλεξανδρείαι καὶ τῆι χώραι πρὸ τῆς̣ ἀναζυγῆς
τοῦ ἀδελφοῦ τοῦ βασιλέως εἰς τοὺς κατὰ τ̣ὴν Ἀσίαν τόπους,
——
πρὸς δὲ̣ κ̣αὶ εἰσδοθέντων τῶν κατ᾿ αὐτοὺς ἀπετ[αλ]μ̣έ̣[νω]ν̣ ἑτέρω̣ν
ὑπογεγραμμένων ἐκ τῆς αὐλῆς πρόσταγμα ἐκ τῶν κ[ατὰ Σ]υρίαν̣
τόπων· καὶ εἶχεν τὸν προσπαρα[κε]ί̣μενον τρόπον·
——
50„οἷς ὀψώνια“ μετʼ ἄλλα εἴδη καὶ ἱκανὰ ὀνόματα·
——
καὶ τῶν ἐπιδεδειχότων ἀντίγραφα ἐ̣ν̣ τ̣ῆ̣ι̣ α̣ὐλῆι ἐσφραγισμένα σοι
ὑπὲρ ὧν δια̣σεσαφηκέναι Ἀπολλώνιον ὑπάρχειν καὶ παρ’ αὐτῶι,
column iii
οἷς παρακεῖσθαι ἐφʼ ἑκάστου ὀνόματος ὡσαύτως· „οἷς ὀψώνια,“
μετʼ ἄλλα ὀνόματα·
55οἷς προσθέματα Μυσοῖς ἀπὸ σημεῶν, ἑκάστωι̣ [(δραχμή)] φ̣ π̣υ̣ρ̣ῶ̣ν̣ ι,
καὶ φέρειν ἐν τοῖς̣ ἔξω τάξεων ἡγεμόσιν. μετʼ ἄλλα ὀνόματα
καὶ τῶι̣ προγεγραμμένωι Ἀντιφίλωι Ἀρχελάου, ὃν καὶ αὐτο̣ὶ̣
εὑρίσκομεν φερόμενον̣ ἐν τοῖς παρεφεδρεύουσι̣ν ἐν τῶι Ἡρακλεοπολίτηι
Μυσοῖς λαμβάνοντα̣ σ̣ὺ̣ν τοῖς γεγονόσι προσθέμασ̣[ιν] (δραχμή) ων πυροῦ ιζ
60ἀφʼ ὧν πυροῦ δ, τῶν δὲ λοιπῶν τιμὴν τῆς ἀρτ(άβης) ρν ἀνυπόλογον
μηνῶν̣ ϛ ἐκ   ̣  ̣  ̣  ̣  ̣ καὶ ἀγορᾶς.
——
ἐν δὲ τῶι Ἐπεὶφ τοῦ λγ̣ (ἔτους) πρὸς τὰ ὑπὸ Διοσκουρίδου τοῦ διοικήσαντος
εἰσδοθέντα προσποιούμενον
„τῶν ἐν διαφόροις γιγ̣ν̣ομένων ἤτε σιταρχήματα ἤ̣[τ]ε̣ τοὺς κλήρους
65ἀναλαμβάνεσθαι εἰς τὸ̣ βασιλικόν· τοὺς δὲ ἀξιοῦντας ἑαυτοῖς τοιοῦτόν τι
περιγίνεσθαι μάλιστ̣α̣ μὲν̣ παρα̣ι̣τ̣εῖσθαι, ἐὰν δ̣ὲ ἀναγκαῖον συντιθέναι
αὐτοῖς ἀφʼ ὧν ἂν εὑρόντες̣ ε̣ἰ̣ς τὸ προσταγὲν ὀψωνί̣ου κεφάλαιον τῶν
ἐν διαφόροις γεγονότ[ω]ν̣ συνχωρεῖσθαι τὴν δόσιν γίνεσθαι, τοῖς μ̣ὲν
[ἕ]ως τοῦ ἴσου κεφαλαίου, οὗ κ<έκ>τηνται, τὸ ἥμισυ, τοῖς δὲ πλείονος αὐτοῦ
70τ̣οῦ̣ ἐπικεχωρημένου, τὸ ἥμ̣ισυ, ὅπως κατὰ τοῦτο μηκέτι μετʼ ἄλλον
χρόνον λαμβάνοντες ὦσι <πε>φιλανθρωπημένοι, τὸ δὲ λοιπὸν ἐξ ὧν \ἂν/ μετὰ ταῦτα
εὑρίσκωσι χωρῶν κατὰ τὸ ὅμοιον ἐκπληροῦσθαι, ὅπως τὰ περισσεύοντα
ὑπάρχηι πρὸς ἐπι̣{σ}κουφισμὸν τοῦ ἐγλογίσματος.“
——
καὶ οἷς̣ μ̣ὲ̣ν̣ ἀπὸ τοῦ λγ̣ (ἔτους) προστέτακται ποιῆσαι ὀψώνια ἢ προσθέματα
75καὶ τ[αῖ]ς γ̣[εγο]νυίαις προσγραφαῖς κεχρηματισμέναι̣ς̣ τὰ καθήκοντα ἀφʼ ὧν
αὐτοὶ ε̣ὑ̣ρ[ό]ντες κενῶν χωρῶν τὴν̣ προσαγγελίαν ἐποιήσαντο
κατ̣[ὰ τ]ὴ̣ν προκειμένην εἴσδοσιν.
——
ἐπὶ̣ δὲ τοῦ βασιλέως̣ ἐνίων ἀξιούντων περὶ ὀψωνίων ἢ προσθεμάτων
[ὡ]ς̣ παραχρῆμα τῆς [δό]σ̣[εως ἐσ]ο̣μ̣έ̣ν̣η̣ς καὶ εἰσ̣δ̣όντος σου
column iv
80τοὺς ὑπὲρ τῶν τοιούτων ὑπάρχοντας χρηματισμοὺς
καὶ ἵνα καὶ̣ οὗτος ἀπὸ κ̣ενῶν χωρῶν τιθῆται. καὶ ἐπεὶ
συμβέβηκεν γεγονέναι κατὰ κοινὸν προσθέματα, τισὶν δὲ καὶ
κατʼ ἰδίαν, αὐταὶ αἱ ἐκ τῶν χωρογραφιῶν μισθοφοραὶ μερίζωνται
καὶ ἐκ τῶν αὐτῶν γεν̣ῶν ἐν οἷς ἠξιώκασι φέρεσθαι.
——
85παρακεκομισμένον τὸ ὑποκείμενον πρόσταγμα.
„Διονυσίωι. πρὸς τὴν παρὰ σοῦ εἴσδ̣ο̣σιν περὶ τοῦ ἐνίους
ἀξιοῦν πε̣ρ̣ὶ ὀψωνίων καὶ προσθεμάτων, ὡς παραχρῆμα τῆς
δόσεως ἐσ[ο]μ̣ένης ἀναφέρειν οὖν τοὺς περὶ τῶν τοιούτων
ὑπάρχοντας χρηματισμοὺς καὶ ἵνʼ, ἐὰν φαίνηται, μάλιστα μὲν
90παραιτῶνται οἱ ἀξιοῦντες, εἰ δὲ μήτε προσταγῆι τοῖς
γραμματεῦσι τῶν δυν[ά]με̣[ω]ν̣ ποιεῖν ἀκολούθως οἷς διεσάφεις
ταύτης δ’ ἐχούσης χρηματισμόν.“
προστέτακται (ἔτους) λ̣ε Ἐπεὶφ β̣
ὑπὸ δὲ σοῦ παρεπιγεγραμμένον·
95τοῖς γραμματεῦσι. κατακολουθεῖν. ἐπεὶφ δ.
τῶν δὲ προκειμένων προσταγμάτων ἐχόντων̣ τὸν
ὑποδεδειγμένον τρόπον, τοῦ δὲ Πτολεμαίου γράφοντος
ἐπεσταλκέναι Φίλωνι τῶι γραμματεῖ, ὡς ἂν προσαγγείληι
ὁ σημαινόμενος Ἀντίφιλος τὰς χώρας, τιθέναι τὰ διασαφού-
100μενα καὶ διασαφῆσαι, ἀφʼ ὧν ἄν τε χωρῶν τιθῆται καὶ ἀφʼ οὗ χρόνου,
ἀναφέρομεν.
——

Apparatus


^ i.7-8. l. συμπληρού|[μενος]

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.