DDbDP transcription: p.cair.zen.3.59330 [xml]
248 BC Philadelphia
r
Πεμνᾶς Ζήνωνι χαίρειν. περὶ τῶν ὀφειλομένων ἐν τοῖς
ὑοφορβοῖς ἐκ τῶν ἐπάνω χρόνων σὺν τῶι φόρωι τοῦ λζ (ἔτους), συνφω-
νήσας Ἡρακλείδης μετὰ Θοτέως αὐτοὶ ἄνευ ἡμῶν διελογί-
σαντο καὶ οὐ δυνάμεθα παρακολουθῆσαι τί πεποιήκασιν ἕως
5τοῦ νῦν, οὐδὲ αἰτούμενοι τὸν λόγον ἐτόλμησαν ἡμῖν δοῦναι.
καὶ περὶ τούτων οὖν πλεονάκις ἐπεμαρτυρόμην Ἰάσονι ὅτι οὐκ ὀρθῶς
ποιοῦσιν συμπεφωνηκότες. ἔχει δὲ καὶ τὰς συνγραφὰς τὰς πρὸς τοὺς
ὑοφορβοὺς πάσας Ἡρακλείδης. γέγραφα οὖν σοι περὶ τούτων ἵνα εἰδῆις.
ἔρρωσο. (ἔτους) λη, Παχὼνς ι. v
10β
10Ζήνωνι

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.