Papyri.info

sign in

cpr.6.1 = HGV CPR 6 1 = Trismegistos 9871



DDbDP transcription: cpr.6.1 [xml]

AD 125 Arsinoiton Polis, Krokodilopolis, Ptolemais Euergetis

(hand 1) (ἔτους) ἐ̣νάτο̣υ Αὐτοκράτορο̣ς Κ̣αίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Μεχεὶρ κζ.
(hand 2) [(ἔτους) ἐνάτου Αὐτοκρά]το̣ρο[ς] Κα̣[ί]σ̣αρος̣ Τραι̣ανοῦ Ἁδρι̣α̣νο̣ῦ̣ Σεβα̣στοῦ μηνὸς Ξα̣ν̣δι̣κο̣ῦ κζ Μεχεὶρ κζ ἐν Πτολεμα[ί]δι Εὐεργέτιδ̣[ι τοῦ Ἀρσι]ν̣ο̣ίτου [νομοῦ. τάδε διέ]θε̣[τ]ο̣
[νοῶν καὶ φρον]ῶ̣ν Ἀμμ̣[ώνιος Ἀπί]ωνος τοῦ Θ[έωνος μ]ητρὸς Ἰσαροῦτ[ος τῆ]ς Ὡρίωνος ἀναγρα[φό]μεν[ος] ἐπʼ ἀμφόδ[ου   ̣  ̣  ̣  ̣  ̣]ου ὡς ἐ̣[τῶν - ca.12 -]
[  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣ εἴη] μέν μοι̣ [ὑγιαίνοντ]ι τῶν ἐμα̣[υτοῦ κύριον] εἶναι πωλ̣[οῦ]ν[τα ὑπό]τιθέ̣μεν[ο]ν μ̣ε̣ταδια̣[τι]θέμεν̣[ο]ν [οἰ]κονο̣μ̣[οῦντα] τ̣ὰ̣ ἐμ̣[αυτοῦ ὡς ἐὰν αἱρῶμαι.]
5[ἐὰν δὲ τελευτήσω - ca.12 -]  ̣  ̣[  ̣  ̣]  ̣ε̣  ̣  ̣[  ̣  ̣  ̣  ̣  ̣ τὰ τέκ]να μ̣ο̣υ̣ ἐ̣κ̣ [τῆς   ̣  ̣  ̣  ̣ γυν]αικὸς Ἀ̣φ[ροδ]ε̣ι̣[τοῦτο]ς̣ τῆς Ν̣εί̣[λο]υ̣   ̣  ̣[- ca.9 -]  ̣  ̣[- ca.17 -]
[- ca.9 -]μ[  ̣  ̣  ̣  ̣  ̣] ἐ̣ν τ̣[ῇ μητροπό]λει [ἐ]πʼ ἀμφόδ[ου Βιθυνῶν] Ἄλλ̣ων Τόπω[ν οἰκί]α̣ν καὶ αὐλὴν π̣[ερὶ τὴν κώμ]η̣ν̣ Κε̣ρ̣[κεσοῦχα - ca.12 - ἄρουρας πέντε καὶ]
[ἐλαιωνοπ]α̣ρα̣δ̣ε[ίσου ἄ]ρ̣[ου]ρ̣αν̣ μ̣[ίαν καὶ] φοι̣ν[ι]κῶνος ἀρού̣[ρας ἥ]μισυ [οὔσ]ας ἐπὶ τὸ [π]ᾶ̣[ν ἀ]ρούρα̣ς ἓξ ἥμισυ [ἢ ὅσ]α̣ι̣ ἐὰν ὦσιν̣ α  ̣ε  ̣[  ̣  ̣  ̣  ̣]  ̣  ̣[- ca.25 -]
[  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣]  ̣  ̣  ̣  ̣ατι[  ̣  ̣  ̣]  ̣  ̣  ̣[  ̣  ̣]κ̣ι̣ος κ̣α̣[ὶ ἃ ἐ]ὰ̣ν̣ κ̣α̣ταλ̣[ε]ί̣πω ὑπάρχ[ον]τα καὶ τὰ ἐλευσόμεν[α] εἴς με ἀφʼ οὗ δήπ[οτε ο]ὖν τρόπου. ἔτι δὲ [καὶ   ̣  ̣]  ̣ε̣  ̣  ̣ [- ca.11 -]  ̣τα[- ca.13 - τῇ δὲ γυ-]
[ναικί] μ̣ο[υ Ἀ]φροδειτ̣[οῦτ]ι τ̣ὰ ὑπʼ ἐ[μ]ο̣ῦ̣ καταλειφθησόμενα ἐπ̣ιπλοα(*) καὶ σκευὴ καὶ ἐνδομενείαν(*) καὶ ἱματισμὸν ἠδὲ̣ καὶ ἐνο̣ί̣κη[σιν ἐφʼ ὅσον χρόνο]ν περ[ίεστι καὶ ἄγαμος]
10[καθ]έ̣σ̣τηκ̣ε̣ν̣ τ̣[ῆς] κατ̣α̣λειπομ̣ένης ὑπʼ ἐμο̣ῦ τοῖ̣[ς] τέκνοις ὡς πρόκειται οἰκίας καὶ αὐλῆς ἐπʼ ἀ[μ]φόδου Βειθυνῶ̣ν̣ [Ἄ]λλων Τ[όπων   ̣  ̣  ̣]  ̣  ̣  ̣  ̣[τ]ὴ̣ν γυ[ναῖκά μου   ̣  ̣  ̣  ̣  ̣  ̣]
[ἐπί]τροπον κα  ̣  ̣  ̣  ̣στασιν τῶ̣ν̣ ἐξ ἀλλήλων ἀφηλίκων τέκνων ἄχρι οὗ ἐν ἡλικίᾳ γένηται οὖσαν ἀν[επ]ιτρόπευτ[ον καὶ ἀ]νεγλόγιστ[ον - ca.13 -]
[  ̣  ̣  ̣  ̣  ̣]  ̣  ̣τ̣ητον κα̣τ̣ὰ πάντα̣ τ̣ρ̣όπον οὐθὲν μέντοι ἁπλῶς ἐξαλλοτριοῦσαν οὐδὲ καταχρηματίζο̣υσαν τῶν ἀνηκόντ[ων   ̣  ̣  ̣  ̣]  ̣κα  ̣ ἠ̣δὲ πα  ̣[- ca.15 -]
[  ̣  ̣  ̣  ̣]ο̣ις τοῖς τέκνοις παραδότ̣ω̣ ἡ μήτηρ αὐτῶν Ἀφροδειτοῦς τὰ ὑπάρχοντα καθαρὰ ἀπὸ δημοσίων πάντων καὶ πάσης δ[απάνης]  ̣  ̣  ̣ [ἡ γ]υνὴ [ποιήσεται   ̣  ̣  ̣  ̣]
[  ̣  ̣  ̣  ̣  ̣] τὴν κηδείαν̣ μου καὶ κατ̣α̣σ̣κ̣αφὴν καὶ ἐνχώριον θεραπείαν εἰς ἣν ἀναλωσάτωι(*) ἀργυρίου δραχμὰ̣ς̣ τετρακοσ̣ί̣ας τῆι ἱ(*)ε[ροσύν]ηι. ἃς δὲ [ἔ]χω ἐν [θέματι ἐπὶ τῆς Πάππου]
15[τραπ]έζης̣ ἀ̣ρ̣[γυ]ρίου δ̣[ρα]χμὰς τρεισχι[λί]ας(*) διακοσίας βούλομαι κατατεθῆναι εἰς ἀγορασμὸν εὐάρεστον ἐπʼ ὀνόματος τῶν [τέκνων γεν]ο̣μένων μου [- ca.15 -]
[  ̣  ̣  ̣  ̣  ̣]  ̣  ̣  ̣[  ̣]  ̣ν̣[  ̣  ̣]  ̣κ̣α̣ὶ   ̣  ̣  ̣[  ̣  ̣  ̣]  ̣ ἐ̣π̣α̣κ̣ο̣λ̣ο̣υ̣θοῦντος [πᾶ]σι τοῖς̣ τ̣ῆι ἐπιτροπῇ ἀ̣νηκοῦσι καὶ τῶι ἀ̣γ̣ορασμῶι τοῦ ἀδ[ε]λ̣φοῦ μ[ου] Θέ̣ω̣[νο]ς μόνου. ἐν δὲ οἷς ἐνοφ[ειλ]ο̣-
[μένοις] ἐ̣στὶν καὶ δάν[ειο]ν τῆς μητρό[ς] μου Ἰσαροῦτος ἀργυρίου δρα̣χ̣μῶν χειλίων(*) γενόμ[ε]νον κατὰ πίστιν ἐπʼ ὀνόματος τοῦ ἀδελφοῦ μου Θέωνος. ἄλλῳ δὲ οὐδὲν οὐδενὶ καταλείπω.
[Θέ]ων Πετερμουθ̣ί̣ω̣νος ὡς ἐτῶ[ν] τρ̣[ι]άκοντα οὐλὴ ὀφρύι ἀριστε̣ρᾷ, Μυσθαρίων Ζωίλου ὡς ἐτῶν ἑξή̣κοντα ἐννέα ἄσ[η]μος, [Ἐ]πίμα̣χος ὁ καὶ Γέτας Δημητρίου ὡς ἐτῶν
[εἴκο]σ̣ι π̣έ̣ντε οὐλ̣ὴ̣ δ̣α̣κτ̣ύ̣λ̣ῳ πρ̣ώτ̣ῳ χ̣ειρὸς ἀριστερᾶς, Διδᾶς Πτολεμαίου ὡς ἐτῶν τριάκοντα ὀκτὼι(*) οὐλὴ μήλῳ δε̣ξιῶι, Ἥ̣ρων̣ Ἁρποκρατίωνος ὡς ἐτῶν
20[  ̣  ̣  ̣ κ]ο̣ντα οὐλὴ μεσοφρύωι, Π̣τ̣ο̣λεμαῖος Ἀπολλωνίου ὡς ἐτῶν τεσσαράκοντα πέντε οὐλὴ δακτύλῳ πρώτῳ χειρὸς ἀριστερᾶς. οἱ
ἓξ μάρτυρες.
(hand 3) [Ἀμμώνιος] Ἀπίωνος τέθειμαι τὴν διαθήκη̣ν̣ κ̣α̣τ̣αλείπων τοῖς τέκνοις \μου/ Ἀπίωνι καὶ Ἀφροδιτοῦτι ἐξ ἴ[σ]ου τὰ ὑπάρχοντά μου πάντα καὶ ἐνοφειλόμενα, τῇ δὲ γυναικὶ Ἀφροδιτοῦτι τὴν ἐνδομενείαν καὶ ἱματισμὸν καὶ ἐνοίκ̣η̣-
[σιν οἰ]κ̣ί̣α̣ς καὶ α̣ὐ[λῆς   ̣  ̣]  ̣τ̣  ̣  ̣  ̣τ̣ε̣κ̣ν̣[  ̣]  ̣[  ̣]  ̣ συνεπείσθην τοῖς προγεγ̣ρ̣α̣μ̣ένοις· ἃς δὲ {ἃς δὲ} ἔχω ἐν θέ̣ματι ἐπὶ τῆς Πάππου τραπέζης ἀργυρίου δραχμὰς τρισχειλί̣ας(*) διακοσίας βούλομαι κατατεθῆν̣α̣ι
[  ̣  ̣  ̣] τ̣οῖς τέκ̣[ν]ο̣ις μου ἐπακολουθο̣[ῦντο]ς̣ τῇ ἐπιτροπῇ καὶ τῷ ἀγορασμῷ τοῦ ἀδελφοῦ μου Θέωνος καθ̣ὼς πρόκιται καὶ σφραγιῶ γλύμματι Σαράπιδος. ἐν δὴ οἷς ἐνο̣φειλομένοις μοί ἐστιν καὶ δάνειον τῆς μη-
25[τρ]ὸ̣ς δραχμ[ῶ]ν χιλίω̣ν̣ γενόμενον κ̣[α]τ̣ὰ̣ π̣ί̣σ̣τ̣ιν ἐπʼ ὀνόματος τοῦ ἀδελφοῦ μου Θέωνος. (hand 4) Θέων Πετερ̣μουθίωνος μαρτυρῶι(*) καὶ σφραγιῶι(*) γλύμματι Με[σ]θ̣ασύθμι̣δος. (hand 5) Μυσ̣θ̣α̣ρ̣ί̣ω̣ν̣ Ζ̣ωίλου μ̣α̣ρ̣τ̣υ̣-
[ρῶ κ]α̣ὶ σφραγ̣[ιῶ]ι(*) γλύ[μμ]ατι Ἑρμοῦ. (hand 6) Ἐ̣π̣ί̣μ̣[αχ]ος ὁ καὶ Γέτας Δημητρίου μαρτ̣υ̣ρ̣ῶι(*) καὶ σφραγιῶι(*) γλύματι(*) Ἁρποχράτου. (hand 7) Διδᾶς Πτολεμαίου μαρτυρῶ καὶ σφραγιῶ γλύμματι Ἴ̣σ̣ι̣δος. (hand 8) Ἥρων Ἁρποκρ̣ατίωνος μαρτυρῶ καὶ σφ̣ρ̣α̣-
[γιῶ γλύ]μ̣ματι Ἄμμω̣νος. (hand 9) Πτολεμα[ῖ]ος Ἀ̣πολλωνίου μαρτυρ̣[ῶ] καὶ σφραγιῶ γλύμματι Ἀγαθοῦ Δαίμονος. (hand 10) Λούκιος ὁ καὶ Ἑρμίας καὶ οἱ   ̣  ̣  ̣  ̣διαδ[  ̣  ̣  ̣  ̣]  ̣  ̣  ̣  ̣[  ̣  ̣  ̣  ̣] (ἔτους) θ Αὐτοκράτορος Κα[ίσ]αρος Τρα̣ι̣ανοῦ Ἁδ̣ριαν̣[οῦ Σεβασ-]
[τοῦ Μεχ]εὶρ κζ   ̣  ̣  ̣[  ̣  ̣]  ̣υ̣ρο̣ση̣μ̣  ̣[  ̣  ̣  ̣  ̣  ̣]  ̣  ̣  ̣  ̣ τὴν προκειμέν[ην] διαθήκην εξεν  ̣[  ̣  ̣  ̣]  ̣  ̣  ̣  ̣[- ca.20 -] του[  ̣  ̣]  ̣  ̣  ̣  ̣[  ̣  ̣  ̣  ̣  ̣]  ̣  ̣  ̣  ̣[  ̣  ̣  ̣  ̣  ̣]  ̣  ̣  ̣  ̣[  ̣  ̣  ̣  ̣  ̣  ̣]   ̣  ̣  ̣  ̣[  ̣  ̣  ̣]  ̣  ̣  ̣  ̣[  ̣]  ̣  ̣[  ̣  ̣  ̣]
[  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣]  ̣  ̣  ̣  ̣[  ̣]  ̣  ̣  ̣  ̣υκ[  ̣]  ̣  ̣[  ̣]ε̣[  ̣  ̣  ̣  ̣]  ̣

Apparatus


^ 9. l. ἐπ̣ίπλα
^ 9. l. ἐνδομενίαν
^ 14. l. ἀναλωσάτω
^ 14. ϊε[ροσυν]ηι papyrus
^ 15. l. τρισχι[λί]ας
^ 17. l. χιλίων
^ 19. l. ὀκτὼ
^ 23. l. τρισχιλίας
^ 25. l. μαρτυρῶ
^ 25. l. σφραγιῶ
^ 26. l. σφραγιῶ
^ 26. l. μαρτυρῶ
^ 26. l. γλύμματι

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.