DDbDP transcription: p.cair.zen.3.59354 [xml]
243 BC Philadelphia
r
Δοξαῖος Ζήνωνι χαίρειν.
καθότι ἔγραψας, ἀπεστάλ-
καμεν κομίζοντα Ζωίλον
ἐρίφους δεδαρμένους β,
5ὄρτυγας λδ, περιστερι-
δεῖς δὲ οὐκ ἠδυνάσθημεν
εὑρεῖν παρευρέσει ἡιτινιοῦν.
——
περὶ τῶν σχαδόνων εἴπα-
μεν Νέστωι. ἀπέσταλκεν οὖν
10τῆι κϛ, ὡς αὐτὸς ἔφη.
——
Πύρρος ὁ δεσμοφυλακή-
σας οὐχ ηὑρέθη ὑπὸ τοῦ
ἀποσταλέντος ἐν Κροκο-
δίλων πόλει, ἐὰν δὲ μετὰ
15ταῦτα παραγένηται,
ἀποστελοῦμεν αὐτόν.
——
τὸν Νίκωνος ὄνον οὐκ ἠ-
βουλήθη Ἀπολλωνίδης
δοῦναι ὅπως ἀποσταλῆι
20πρὸς σε.
——
τοῦ συκίνου
καρποῦ πωλουμένου
προσεβαλόμεθα τὰ
παρʼ ἡμῶν (δραχμὰς) ρ
——
ἐκ τῶν γ ἀρ(ταβῶν) καὶ 𐅵 τῆς νέας
25κριθῆς ἐγ̣ενεν(*) χίδρων ἀρ(τάβης) 𐅵 δ´
ὧν τὸ μὲν (ἡμι)αρ(τάβιον) ἀπεστάλη.
ἐὰν οὖν \γρά/ψηις(*), θερίσαν-
τες ἐκ τῆς Ἀρτεμιδώρου
ἑτοιμάσομεν ἕως τοῦ σε
30παραγενέσθαι ἄλλα.
——
ἔρρωσο. (ἔτους) δ, Μεχεὶρ κϛ. v
Ζήνωνι.
Δοξαῖος Ζήνωνι χαίρειν.
καθότι ἔγραψας, ἀπεστάλ-
καμεν κομίζοντα Ζωίλον
ἐρίφους δεδαρμένους β,
5ὄρτυγας λδ, περιστερι-
δεῖς δὲ οὐκ ἠδυνάσθημεν
εὑρεῖν παρευρέσει ἡιτινιοῦν.
——
περὶ τῶν σχαδόνων εἴπα-
μεν Νέστωι. ἀπέσταλκεν οὖν
10τῆι κϛ, ὡς αὐτὸς ἔφη.
——
Πύρρος ὁ δεσμοφυλακή-
σας οὐχ ηὑρέθη ὑπὸ τοῦ
ἀποσταλέντος ἐν Κροκο-
δίλων πόλει, ἐὰν δὲ μετὰ
15ταῦτα παραγένηται,
ἀποστελοῦμεν αὐτόν.
——
τὸν Νίκωνος ὄνον οὐκ ἠ-
βουλήθη Ἀπολλωνίδης
δοῦναι ὅπως ἀποσταλῆι
20πρὸς σε.
——
τοῦ συκίνου
καρποῦ πωλουμένου
προσεβαλόμεθα τὰ
παρʼ ἡμῶν (δραχμὰς) ρ
——
ἐκ τῶν γ ἀρ(ταβῶν) καὶ 𐅵 τῆς νέας
25κριθῆς ἐγ̣ενεν(*) χίδρων ἀρ(τάβης) 𐅵 δ´
ὧν τὸ μὲν (ἡμι)αρ(τάβιον) ἀπεστάλη.
ἐὰν οὖν \γρά/ψηις(*), θερίσαν-
τες ἐκ τῆς Ἀρτεμιδώρου
ἑτοιμάσομεν ἕως τοῦ σε
30παραγενέσθαι ἄλλα.
——
ἔρρωσο. (ἔτους) δ, Μεχεὶρ κϛ. v
Ζήνωνι.
Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.