Papyri.info

sign in

p.berl.leihg.2.46 = HGV P.Berl. Leihg. 2 46 = Trismegistos 10234



DDbDP transcription: p.berl.leihg.2.46 [xml]

AD 136 Arsinoite

FrA
1
-- -- -- -- -- -- -- -- -- --
1[⁦ -ca.?- ⁩]μονων
[κόλ(λημα)] ν̣ζ̣
Χα̣ι̣ρ̣[ήμον]α̣ γ̣ρ̣αμματέα σιτολόγων καὶ
Σώταν̣ φύλακα· ὡς ἠξίωσας Χαιρήμονα
5γραμμα̣τέα σιτολ(όγων) καὶ Σώ̣ταν φύλακα, οὓς
γράφεις ἀναπεφευκέναι, ἐκέλευσα προγρα-
φῆναι, ὅπως ἐντὸς ἡ̣[μ]ε̣ρ̣ῶν εἴκοσι ἐν-
φανεῖς γενόμενοι ἐπὶ τῶν τόπων λόγων
ὑποσχῶσιν. ἐὰν δὲ βραδύνωσι, τὸν πόρον
10αὐτῶν σὺν ταῖς προσόδοις κατασχὼν
δήλωσόν μοι. ἐρρῶσθαί σε βούλομαι.
(ἔτους) κ Φαρμοῦθι ϛ.
διὰ μὲν μιᾶς·
Σώτας Πτολεμαίου ἐπιστολαφόρος παραλα-
15βὼν Χαιρήμονα γραμματέα σιτολόγων
κώμης Θεαδελφείας ὥστε ἀπαιτῆσα[ι]
παρʼ αὐτοῦ ὅσον ἀνηρπάκει ἀπὸ θησαυροῦ
2
-- -- -- -- -- -- -- -- -- --
18δ̣[ημοσίου ἐκ] κ̣ενῆς προθέσεως ἀφανὴς ἐγένετο
σ̣ὺν τ̣ῷ̣ [Χα]ιρήμονι· ὅθεν ἀναγκαίως, κύριε, ἀνα-
20φέρω̣ [σ]ο̣ι̣, ἵνʼ ἐάν σοι τῇ τύχῃ δόξῃ, κελεύσῃς
αὐτοὺς̣ προγραφῆναι καὶ τῆς δεούσης ἐπιστά-
σεως τυχεῖν, ὅπως καὶ οἱ λοιποὶ μὴ ἀνα̣χωρήσουσι.
κ (ἔτους) Φαρμοῦθι ιη.
κόλ(λημα) νη. διὰ δὲ ἄλλης·
25Χαιρήμονα γραμματέα σιτολόγων κώμης
Θεαδελφείας· ἀπαιτούμενος κεφάλαιά τινα ζη-
τηθέντα πρὸς χειρισμόν, παραδοθεὶς Σώτᾳ
Πτολεμαίου φύλακει(*) καὶ ἀναφυγὼν σὺν αὐτῷ
προεγράφη ἐπὶ τῶν τόπων σὺν τῷ Σώτᾳ. ἐπὶ(*) δὲ
30μέχρι τούτου οὐδὲ ἕτερος αὐτῶν ἐμφανὴς ἐγέ-
νετο, παρακαλῶ, κύριε, κελεῦσαι αὐτοὺς καὶ παρὰ σοὶ
προγραφῆναι, ἵνα μὴ κατὰ μίμησιν αὐτῶν ἄλλοι
τὸ αὐτὸ πράξωσι κα̣[ὶ] ἐ̣κ τούτου ἐμποδίζηται ἡ τῶν̣
FrB
3
δημοσίων εἴσπραξις.
35(ἔτους) κ Φαρμοῦθι κβ.
ἐφʼ ὅσον πρὸς τῇ στρατηγείᾳ(*) ἤμην, οὐκ ὤφθησαν.
ἵνʼ οὖν τὸ ἀκόλουθον τοῖς γραφεῖσι γένηται, με-
τέδωκα τῷ μετʼ ἐμὲ κατασταθέντι στρα(τηγῷ) Ἡρακ(λείδῃ).
ἐγ(*) βιβλιοθήκης Σουνεί(  ) ι (ἔτους) Τῦβι. Χαιρή(μων) Φάσει(*) τοῦ Χαιρήμ(ονος)
40μητρὸ(ς) Θαισ(ᾶτος) (ἐτῶν) κϛ. ἐξ ὑπομ(νήματος) τοῦ πατρός.
4
Μάρκος Πετρώνιος Μαμερτῖνος ἔπαρχος Αἰγύπ(του) λέγει·
τοὺς ὑπογεγραμμένους σιτολόγους διατάγματι γραμ-
ματέα σιτολόγων καὶ φύλακα, ὥς φησιν Οὐέγετος ὁ καὶ
Σαραπίων ὁ τῆς Θεμίστου μερίδος στρατηγὸς ἀναπεφευ-
45κέναι, κελεύω ἐντὸς ἡμερῶν εἴκοσι ἐμφανεῖς γενομέ-
νους ἐπὶ τῶν τόπων λόγον ὑποσχεῖν ἢ εἰδέναι, ὅτι
ἀναζητηθέντες τῆς δεούσης ἐπιστροφῆς τεύξονται.
εἰσὶ δέ· Χαιρήμ(ων) γρα(μματεὺς) σιτολόγ(ων) κώμης Θεαδελφείας
παραδοθεὶς Σώτᾳ Πτολεμαίου φύλακι ἕν̣εκα κεφαλαίων
50ἀνηκόντων τῷ χειρισμῷ. Σώτας φύλαξ ὁ παραλαβὼν
τὸν Χαιρήμονα. κ (ἔτους) Φαρμ(οῦθι) ϛ.
-- -- -- -- -- -- -- -- -- --

Apparatus


^ 2.28. l. φύλακι
^ 2.29. l. ἐπεὶ
^ 3.36. l. στρατηγίᾳ
^ 3.39. l. ἐκ
^ 3.39. W.G. Claytor, APF 66 (2020) 344 : Φαν̣εῖ prev. ed.

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.