Papyri.info

sign in

chr.mitt.172 = HGV P.Lips. 1 3 = Trismegistos 22324 = p.lips.1.3



DDbDP transcription: chr.mitt.172 [xml]

AD 256 Hermoupolis Magna
[Reprinted from: p.lips.1.3] PLips3

1
(hand 1) ἔτους τετάρτου Αὐτο[κρατόρων Καισάρων Πουπλίου Λικιννίου Οὐαλεριανοῦ καὶ Πουπλίου Λικιννίου Οὐ]α̣λ̣ε̣ρ̣ι̣α[νοῦ Γαλλιηνοῦ Εὐσεβῶ]ν Εὐτυχῶν καὶ [Πουπλίου Λικιν]νίου Κορ[νηλίου Ο]ὐαλεριανοῦ τοῦ ἱερωτάτου Καίσαρος Σεβαστῶν Χοίακ κϛ. διαγ[ρα(φὴ) δ]ι̣ὰ τ̣ῆ̣ς
ἐν Ἑρμοῦ πό[λει μισθ(ωτῶν) τρα(πέζης)](*). [Αὐρηλ(ία) Τεσνεὺς Ἀχιλλέως Ἥρωνος Ἑρμοπ(ο)λ(ῖτις) ἀναγρα(φομένη) ἐπʼ ἀμφ(όδου) πόλεως λιβὸς συμπαρόν]τος αὐτῇ Αὐρη[λ(ίου) Δημητρίου] τοῦ καὶ Κορνηλᾶ ἀπ[ὸ τ]ῆς [α]ὐ[τ]ῆς πόλ(εως) Αὐρηλ(ίᾳ) Ἀρτ[εμ]ιδώ[ρᾳ Π]ολυδεύκους γενομένου βουλευτοῦ τῆς αὐτῆς πόλ(εως) ἀναγρα(φομένῃ) ἐπὶ τοῦ αὐτοῦ
ἀμφόδου εἰ[δυίῃ γράμματα χωρὶς κυρίου χρηματιζούσῃ τέκνων δικαίῳ κατὰ τὰ Ῥωμαίων ἔθη συμπαρόντ]ος αὐτῇ Αὐρη[λ(ίου) Κοπρέου Κορν]ηλᾶ ἀπὸ τῆς αὐτῆς πόλεως πεπρα[κ(έναι) ἑα]υτῇ τὴν ὑπάρχουσαν αὐτῇ ὁλόκληρον οἰκίαν καὶ αὐλὴν καί τὰ χρηστήρια καὶ ἀνήκοντα
πάντα καὶ εἰσόδους κ[αὶ ἐξόδους ἐν Ἑρμοῦ πόλει τῆς συμπεφωνημένης τιμῆς ἀργ(υρίου) δραχμῶν πε]ντακοσίων —(?) [ἣν καὶ] αὐτόθι ἀπέσχεν παρὰ τῆς ὠνουμένης κατὰ τήνδε τὴν [δ]ιαγραφ[ὴν] καὶ εἶναι περὶ αὐτὴν τὴν ὠ̣νο̣υ̣μ̣[έν]ην καὶ τοὺς πα-
5ρʼ αὐτῆς τὴν τῆς πεπρ[αμένης οἰκίας καὶ αὐλῆς κυρείαν καὶ κράτησιν καὶ χρᾶσθαι καὶ οἰκονομεῖν περὶ α]ὐτῆς καθʼ ὃν ἐὰν αἱ[ρῶ]νται τρόπον ἐπὶ τὸν ἅπαντα χρόνον σὺν ταῖς ὑποκει[μ]έναις γειτνίαις καὶ δι̣α̣στολαῖς πάσαις καὶ ἐπερωτηθ(εῖσαι) ὡμολόγ(ησαν)(*). (hand 2) Αὐρήλιος Δημή-
τριος βουλ(ευτὴς) τραπεζίτης σεση(μείωμαι).
⁦ vac. ? ⁩
(hand 3) Αὐρηλία Ἀρτεμιδώρ[α Πολυδεύκους γενομένου βουλευτοῦ Ἑρμοῦ πόλεως τῆς μεγάλης <ἀρχαίας>(*)] καὶ λαμπρᾶς κ[αὶ] σεμνοτάτης ἀναγρα(φομένη) ἐ[π] ἀμφόδου πόλεως λιβὸς εἰδυῖα γράμματα χωρὶς κυρίου χρηματίζουσα τέκνων δικαίῳ κατὰ τὰ Ῥωμαίων
ἔθη συμπαρόντος Αὐ[ρηλίου] Κοπρέου Κορνηλᾶ ἀπὸ τῆς α(ὐτῆς) π[όλ]εως ἐπηκ[ολούθηκα] τῇδε τῇ [δια]γρα(φῇ) καὶ πέπρακα ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἀεὶ χρόνον Αὐρηλίᾳ Τεσνεῦτι Ἀχιλλέως Ἥρωνος μητρὸς Εὖτος Διονυσίου ἀπὸ τῆς αὐτῆς πόλεως
ἀναγρα(φομένῃ) ἐπὶ τοῦ α(ὐτοῦ) ἀμ[φόδ]ου συμπαρόντος αὐτ[ῇ] Αὐρ(ηλίου) Δημητρίο[υ τοῦ καὶ Κορνηλᾶ ἀπ]ὸ τῆς α(ὐτῆς) πόλεως τὴν ὑπάρχουσάν μοι ὁλόκληρον [ο]ἰκίαν καὶ αὐλὴν καὶ τὰ χρη[στ]ήρια καὶ ἀνήκοντα πάντα καὶ εἰσόδους καὶ ἐξόδους ἐν Ἑρμοῦ πόλει ἐπὶ τοῦ
10αὐτοῦ πόλεως λιβός. γείτονες τῆς οἰκίας καλουμένης Πκολᾶ [ἀπηλ(ιώτου) οἰκία] Δι̣ο̣σκόρου, λιβὸς καὶ νότου οἰκία υἱῶν Ἱναροοῦτος κλειδοποιοῦ, ὑφʼ ἣν καμάρα βάλλουσα εἰς τὴν ἐκ νότου δημοσίαν ῥύμην, διʼ ἧς κα̣μ̣[ά]ρ̣[α]ς̣ εἴσοδος καὶ ἔξοδος
τῆς πιπρασκομένης οἰκίας, βορρᾶ Ἡρακλέωνος καὶ ἄλλων, τὴν δὲ [πρὸ]ς̣ ἀλλ[ήλους σ]υ̣μ̣πεφωνημένην τιμὴν ἀργυρίου δραχμὰς πεντακοσίας (γίνονται) ἀργ(υρίου) (δραχμαὶ) φ αὐτόθι ἀπέσχον παρὰ τῆς ὠνουμένης κατὰ τήνδε τὴν διαγρα(φὴν) καὶ εἶναι περὶ
αὐτὴν τὴν ὠνου[μέ]νην καὶ τοὺς παρʼ αὐτῆς τὴν τῆς πεπραμέ[νης οἰκίας καὶ αὐλῆς κυ]ρείαν καὶ κράτησιν χρωμένους καὶ οἰκονομοῦντας περὶ αὐτῆς καθʼ ὃν ἐὰν αἱρῶνται τρόπον ἐπὶ τὸν ἅπαντα χρόνον, τῆ[ς] βεβαιώσεως διὰ παντὸς πρὸς πᾶσαν
βεβαίωσιν ἐξακολουθούσης μοι τῇ πωλούσῃ καὶ μὴ ἐπελεύ[σεσθαί με μηδʼ ἄλλο]υς ὑπὲρ ἐμοῦ ἐπὶ τὴν ὠνουμένην μηδʼ ἐπὶ τοὺς παρʼ αὐτῆς περ[ὶ] μηδενὸς τῆσδε τῆς πράσ[εω]ς τρόπῳ μη[δ]ενί· ἐὰν δὲ ἐπ[έ]λθω ἢ μὴ β[εβαι]ῶ, ἥ [τʼ ἔ]φ̣[οδο]ς ἄκυρος ἔστω
καὶ προσαποτίσω(*) ἢ ὁ ὑπὲρ ἐμοῦ ἐπελευσόμενος τῇ ὠνουμένῃ ἢ [τοῖς παρʼ αὐτῆς] τά τε β[λ]άβη καὶ δαπανήματα καὶ ἐπιτίμου ὡς ἴδιον χρέος διπλῆν τὴν τιμὴν καὶ εἰς τὸ δημόσιον τὴν ἴσην καὶ μηδὲν ἧσσον ἡ πρᾶσις κυρία, π[ε]ρὶ δὲ τ[ο]ῦ ταῦτα
15οὕτως ὀρθῶς καὶ καλῶς γείνεσθαι(*) ἐπερωτηθεῖσα ὡμολ(όγησα). (ἔτους) δ [Αὐτοκρατόρ]ων Καισάρων Πουπλίου Λικιννίου Οὐαλεριανοῦ καὶ Πουπλίου Λικιννίου Οὐαλεριανοῦ Γαλλιηνοῦ Εὐσεβῶν Εὐτυχῶν καὶ Πουπλίου Λικιννίου Κορ[ν]ηλ[ίου] Οὐαλεριανοῦ
τοῦ ἱερωτάτου Καίσαρος Σεβαστῶν Χοίακ. (hand 4) Αὐρη[λ]ι(*) Ἀρτεμιδώρ[α Πολυδεύκ]ους πέπρακα καὶ ἀπέσχον τὴν τιμὴν καὶ βεβεώσω(*) ὡς πρόκειται. (hand 5) Αὐρήλιος Κοπρέας Κορνηλᾶ συμπάριειμι(*) αὐτῇ
(hand 6) Αὐρηλία Τεσνεὺς [Ἀ]χιλλέως Ἥρων[ος ἡ προκ(ειμένη)] ἐ̣ξ̣ω̣δίασα ὡς πρόκειται. (hand 6) Αὐρήλ(ιος) [Δημήτριος ὁ καὶ] Κορνηλᾶς Διονυσίου συμπάριμαι(*) αὐτῇ καὶ ἔγρα(ψα) ὑπὲρ αὐτῆς μὴ εἰδυίης γράμματα.
(hand 7) Αὐρ(ήλιος) Ἰσίδωρος ὁ καὶ   ̣  ̣  ̣  ̣[- ca.10 -] τοῦ προκειμ(ένου) οἰκοπ̣(έδου) τιμῆς δραχ(μῶν) πεντακοσίων Χοίακ δευτέρᾳ καὶ εἰκάδι.
2
(hand 3) β[ιβ]λ(ιοφύλαξιν) ἐγκ(τήσεων) Ἑρμοπ(ολείτου).
20π[α]ρὰ Αὐρ(ηλίας) Τεσνεῦτος [Ἀχιλλέ]ω̣[ς] Ἥ̣[ρ]ω̣νο[ς μητρ]ὸ[ς Εὖτος Διονυσίου]
Ἑρμοπ(ο)λ(είτιδος) ἀναγρα(φομένης) ἐπʼ ἀμφ[όδ]ου πόλεως λιβὸ[ς συμπαρόντος Αὐρ(ηλίου)] Δη̣μ̣ητ̣ρ̣ίου
τοῦ κ(αὶ) Κορνηλᾶ. ἀπογρά(φομαι) εἰς τὸ ἐνεστὸς δ (ἔτος) τῶ̣ν κυρίων Οὐ[αλεριανοῦ καὶ]
Γαλλιηνοῦ καὶ Κορνηλίου Οὐαλεριανοῦ Σεβαστῶν, σ̣[υνευδοκούσης]
Αὐρ(ηλίας) Ἀρτεμιδώρας Πολυδεύκους γενο(μένου) βουλευτοῦ [Ἑρμοῦ πόλεως χωρὶς κ]υ-
25ρίου χρημ(ατιζούσης) τέκνων δικαίῳ ἀναγρα(φομένης) ἐπʼ ἀμφόδ(ου) πόλεως ἀπηλ(ιώτου) εἰ[δ(υίης) γρά(μματα)]
συνπαρόντος Αὐρ(ηλίου) Κοπρέου [Δ]ημητρίου(*), ἣν̣ [ἠγόρασα παρʼ] αὐ-
τῆς κ[α]τὰ [δ]ιαγρα(φὴν) διὰ τῆς ἐν Ἑρμ[ο]ῦ πό[λ]ε[ι] τ̣ρ̣α(πέζης) [ἀ]π[ὸ] τοῦ [ἐνεστ]ῶ[τος ἔτους]
καὶ μηνὸς ὑπάρχουσαν αὐτῇ ὁλόκληρ[ο]ν [ο]ἰκίαν καλουμέν[ην Π]κ̣ο̣λ̣ᾶ̣
καὶ αὐλὴν καὶ τὰ χρηστήρια καὶ ἀνήκοντα πάντα καὶ [εἰσόδους καὶ ἐξό-]
30δους ἐν Ἑρμοῦ πόλει ἐπʼ ἀμφόδου πόλεως λιβὸς ἀκολ[ούθως τῇ δια]γρα(φῇ)
ὡς περιέχει, ἧς τὸ ἀντίγρα(φον) ὑμῖν ἐν ἐκτάκτῳ ἐπήνεγκα κ[αὶ ὀμνύ]ω
τὴν τῶν κυρίων Οὐαλεριανοῦ καὶ Γαλλιηνοῦ καὶ Κορνηλ[ίου Οὐαλερια]νοῦ
Σεβαστῶν τύχην οὕτως ἔχειν. (ἔτους) δ Αὐτο[κρατόρων Καισάρων]
Πουπλίου Λικιννίου Οὐαλεριανοῦ καὶ Πουπλίου Λικιννίου Ο[ὐαλεριανοῦ]
35Γαλλιηνοῦ Εὐσεβῶν Εὐτυχῶν καὶ Πουπλίου Λικινν[ίο]υ Κορ[νηλίου]
Οὐαλεριανοῦ τοῦ ἱερωτάτου Καίσαρος Σεβαστῶν Χοίακ κ[ϛ]. (hand 6) Αὐρ(ηλία) Τ[εσ]νε[ὺ]ς
Ἀχιλλέως ἐπιδέδωκα καὶ ὤμοσα τ[ὸ]ν ὅρκον. Αὐρ(ήλιος) Δημήτ(ριος) ὁ κ(αὶ) Κορ[νηλᾶ]ς συμπ̣[άρειμι]   ̣ α̣ὐ̣τ̣ῇ.
(hand 4) Αὐρηλία Ἀρτεμιδώρα Πολυδεύκους ε[ὐδο]κῶ.
(hand 5) Αὐρήλιος Κοπρέας Κορνηλᾶς(*) σ̣υμπάρειμει(*) αὐτῇ
40(hand 8) Αὐρήλιος Εὐτυχίδης ὁ κα(ὶ) Σαραπίων βουλ(ευτὴς) βιβλιοφύλ(αξ) δ[ι]ὰ
Ἡρακλέους̣ γρα(μματέως)· μετ̣ὰ τ̣ὸ πεπρακέν[αι   ̣  ̣  ̣  ̣  ̣  ̣]  ̣  ̣ερωι τῷ καὶ
Ἀνουβίωνι ἐπὶ τοῦ α(ὐτοῦ) πόλεως̣ λιβ[ὸς - ca.12 -]  ̣[  ̣  ̣  ̣  ̣  ̣  ̣]
  ̣  ̣ ὑπ(ὲρ) ἀπογρα(φῆς) \ὁλοκλή(ρου)/ οἰκίας καὶ αὐλ(ῆς) οὐ διακει(μέν ) ἐν ὀνό(ματι) τῆς ἀποδο(μένης) ἔσχ(ον)
ἴσον ☓☓☓☓☓

Apparatus


^ 1.2. cf. BL 8.169 : πό[λει τραπέζης] prev. ed.
^ 1.5. cf. BL 1.203 : ἐπερωτηθ(εῖσα) ὡμολόγ(ησεν) prev. ed.
^ 1.14. l. προσαποτείσω
^ 1.15. l. γίγνεσθαι
^ 1.16. l. Αὐρηλί<α>
^ 1.16. corr. ex
^ 1.16. l. βεβαιώσω
^ 1.16. l. συμπάρειμι
^ 1.17. l. συμπάρειμι
^ 2.26. l. Κορνηλᾶ
^ 2.39. l. Κορνηλᾶ
^ 2.39. l. συμπάρειμι

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.