Papyri.info

sign in

p.apoll.32 = HGV P.Apoll. 32 = Trismegistos 39093



DDbDP transcription: p.apoll.32 [xml]

ca. AD 713 Apollonopolis Magna

r
[- ca.40 -] ἐπιστολὴν [ἐδεξάμην] μετὰ τοῦ ἐλθεῖν με εἰς τὴν Ἀντινόου τῇ πέμπτῃ τοῦ μηνὸς
περιέχουσαν [ὡ]ς κυπαρί[σσινον - ca.25 -] καὶ ἐθαύμασα ὅτι ἦλθεν ἐγγόμου εἰς [  ̣  ̣]ουσσαν· μετὰ τοῦ ἐμὲ
πέμψαι τὸ κ[υπαρί]σσινον [- ca.30 -] ο̣ὐ̣δὲ πάλιν ἔγραψεν ἄρτι τὸ τί πάλιν θέλει ἀλλ[ὰ   ̣  ̣  ̣  ̣  ̣  ̣]
[ἐ]κεῖνος θέλων ἀναμεῖναι εἰς τὸν οἶκον αὑτοῦ [με]τὰ τῶν ἀδελφ[ῶν αὑ]τοῦ [- ca.12 -]ω̣ν καὶ θέλο[ν]τες
5λογίσασθαί μοι τὰς ἡμέρας εἰς τὸ πάκτον, ἐνθυμοῦ[ν]τες ὅτι· ὡς ἔτι γράφωμεν κάτω πρὸς αὐτὸν παρέρχονται
εἴκοσι ἡμέραι, καὶ ὡς ἔτι ἀνέρχονται παρέρχεται ἄλλος εἶ[ς μ]ή[ν]. λοιπὸν εἰς τὸ γράψαι καὶ ἀντιγράψαι παρέρχονται δύο
μῆνες, καὶ ἄλλους δύο μῆν[α]ς θέλουσιν εἰς τὴν φιλο[καλ]ίαν, ἵνα λογι[σ]θ[ῶ]σιν τέσσαρες μῆνες, ὅπερ καὶ οὐ γίνεται
Θεοῦ κελεύ[οντ]ος· καὶ διὰ τ[οῦ]το εἶπον αὐτῷ, ὅτε εἶπ[έν μ]οι [ὅ]τ[ι θέ]λει φιλοκαλέσαι τὸ πλοῖον, ἵνα ἐάσῃ αὐτὸ
ἐγγόμου εἰς τὸν οἶκόν μου, καὶ ε[ἰς   ̣  ̣ουσ]σαν τὴν χρείαν αὑτοῦ εὕρ[ῃ] εὐ[θέ]ως, κ[αὶ μ]ὴ βραδύνῃ εἰς τὸ[ν οἶκ]ον αὑτοῦ·
10ἀ[λλʼ] οὐκ ἠνέσχετο ἀκοῦσαί μοι προσδοκῶν μεῖναι εἰς τὸ[ν οἶκον] αὑτοῦ καὶ λογίσασθαί μοι τὰς ἡμέρας·
ἵνʼ οὖν μὴ πολλὰ γράψω, τοῦ λοιποῦ οὐ πέμπω αὐτῷ κυπαρ[ίσσι]νον, οὐδὲ φθάζω πέμψαι· ἀλλʼ εἰ μὲν εὑρίσκει ἀγοράσαι
τὰ ἄλλα σανίδια ἅπερ θέλει, ἀγοράσῃ ὁπουδὰν εὕρῃ ἐνταῦθ[α   ̣  ̣  ̣  ̣  ̣] ἐ̣κ̣ τοῦ ἐγγόμου· εἰ δὲ μὴ βάλῃ εἰς αὐτὸ
τὰ ἄλλα σανίδ[ια ἀ]πὸ ἀκ[αν]θῶν, καὶ ποιήσῃ αὐτὸν ἡ [περ]ίβλεπτος ὑμῶν ἀδελφότης κα[ταπέμ]ψαι μοι τὸ αὐτὸ πλοῖον
εὐ[θ]έως πε[φι]λ[οκα]λεμένον. ἔγραψα δὲ αὐτῇ προχθὲς διὰ τοῦ υἱοῦ Ἐνῶχ [τοῦ στρα]τιώτου, καὶ ἐὰν ἐδέξατο
-- -- -- -- -- -- -- -- -- --
v
15† τῷ περιβλ(έπτῳ) μου ἀδελφῷ Παπᾷ τῷ παγάρχῳ Ἀπόλλωνος Ἄνω † Ἠλίας νοτ(άριος) †

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.