Papyri.info

sign in

p.hal.1 = HGV P.Hal. 1 = Trismegistos 5876



DDbDP transcription: p.hal.1 [xml]

III sac Apollonopolite Magna?

r
1
[⁦ -ca.?- ⁩]κων
[⁦ -ca.?- ⁩]ρη
[⁦ -ca.?- ⁩
[⁦ -ca.?- ⁩]ηται
5[⁦ -ca.?- ⁩]σα
[⁦ -ca.?- ⁩]ι̣τι
[⁦ -ca.?- ⁩]  ̣ον
[⁦ -ca.?- ⁩]  ̣τη
[⁦ -ca.?- ⁩]α̣
10[⁦ -ca.?- ⁩]γε
[7 lines missing]
18[⁦ -ca.?- ⁩]  ̣α
[⁦ -ca.?- ⁩]  ̣να
20[⁦ -ca.?- ⁩]  ̣γον
[⁦ -ca.?- ⁩]μμα
[⁦ -ca.?- ⁩]βαι
[⁦ -ca.?- ⁩]υ̣δε
2
(hand 2) ψευδομαρτυρίου· ὁ μαρτυρίας ἐπιλαμβανόμενος
25ἐπιλααμβανέσθω(*) παραχρῆμα, [ὅ]ταν ἡ γνῶσις ἀνα-
γνωσθῆι παρὰ δικαστῶν ἢ δια[ι]τητῶν ἢ κριτῶν,
ἐπιλαμβανέσθω {[ἐ]πιλαμβα[νέσ]θω} δὲ πάντων
τῶν ταυτὰ(*) μα[ρ]τυρησάντ[ων] καὶ λαβὼν ἀν-
τίγραφα τῆς μαρτυρίας, ἐὰ[ν βο]ύληται, γραφέσ-
30θω δίκην αὐθημερὸν ἢ τῆι [ἑπο]μένηι ἡμιολίου
τοῦ τιμήματος τοῦ ἐν τῶι [ἐν]κλήματι ὄντος.
ἐξέστω δὲ καὶ μέρους τῆς μ[αρ]τυρίας ἐπιλα-
βέσται(*), ἐμφανιζέτω δὲ ἐν [τῶι] ἐνκλήματι,
οὗ ἂν ἐπιλάβηται μέρους. ⟦ἐὰ[ν] δέ τις ἑτέρου⟧
35⟦μέρους⟧ ἐὰν δέ τις μὴ εὑρίσκηι τ[οὺς] μαρτυρήσαν-
τας, διδότω τὸ ἔνκλημα τῶι π[αρ]ασχομένωι. τῶι
δὲ παρὰ τὰ γ[ε]γραμμένα ποιοῦ[ντ]ι μὴ εἰσαγώ-
γιμος ἡ δίκη(*) ἔστω. τὰ δὲ δικαιώ[μα]τα τη(*) δίκης,
ἐφʼ ἧς ἄν τις μαρτυρίας ἐπιλάβη[τα]ι, ἀπὸ μὲν
40τοῦ δικαστηρίου ἐπιφερέτω ὁ [εἰσ]αγωγεὺς ἐπὶ
τὴν τοῦ ψευδομαρτυρίου, ἀπ[ὸ] δὲ τῶν διατη-
τῶν(*) ὁ παρὰ τοῦ νομοφύλακος καθιστώς(*), ἐν οἷς
δὲ κριτηρίοις εἰς(*) γραμματεῖς, οὗτοι ἐπιφερέ-
τωσαν.
—— ἐὰν δέ τις καταδικασθείσης αὐτοῦ δί-
45κης ἐπιλαβόμενος τῶν μαρτύρων γράψηται
δίκην κατὰ τὸ διάγραμμα, ἐνγύο\υ/ς μὲν
παρʼ αὐτοῦ λαμβανέτω ὁ πράκτωρ ἢ ὁ ὑπη-
ρέτης παραμονῆς, τὴν δὲ πρᾶξιν {τὴν δὲ}
{πρᾶξιν} μὴ συντελείτω, ἕως ἂν ἡ τοῦ ψευ-
50δομαρτυρίου δίκη συντελεσθῇ, καὶ ἐμ(*) μὲν
3
{καὶ ἐὰμ(*) μὲν} ν[ικᾶι] τοὺς μάρτυρας, ἀφείσθω
τῆς καταδίκη[ς κ]αὶ ἡ διενγύησις ἄκυρος
——
ἔστω, [οἱ] δὲ μάρτ[υρε]ς εἰσπρασσέσθωσαν· ἐὰν δὲ
{ἐν δ[ὲ]} [ἡ]σσηθῆι, συν[τ]ελείτω ὁ πράκτωρ ἢ ὁ ὑ-
55πηρέτης τὴν π[ρᾶ]ξιν. ἐὰν δέ τιν(*) ἀποδ[ι-]
[κ]ασθείσης αὐτῶι [δί]κης ἐπιλάβηται τῶν
μα[ρ]τύρων καὶ γρ[αψ]άμενος δίκην ψευδομαρ-
[τ]υρίου νικήσηι, οἵ [τ]ε μάρτυρης(*) τὴν κατα-
δίκην εἰσπρασσέσ[θ]ωσαν κατὰ τὸ διάγραμ-
60μα καὶ ὁ παρασχόμ[ε]νος αὐτοὺς ἀποτινέτω
τῶι νικήσαντι τό τε τίμημα τῆς(*) ἀποδικα-
[σ]θείσης(*) δίκης(*), ἐφʼ ἧς παρέσχετο τοὺς μάρτυρας,
[κ]αὶ τὸ ἐπιδέκατον ἢ ἐπιπεντεκαιδ[έ]κατον.
——
[ἐ]ὰν δὲ ἀμφότεροι οἱ ἀντίδικοι ἐπιλαβόμενοι
65τῶν μαρτύρων καταδικάσωνται τοῦ
[ψ]ευδομαρτυρίου, οἱ μ[ὲν] μάρτυρες τὰς κατα-
δ[ί]κας εἰσπρασσέσθω[σαν] κατὰ τὸ διάγραμμα,
[ἡ] δ[ὲ ἐ]ξ ἀρχῆς κρίσις κυρία ἔστω, ἐὰν μὴ ἔκκλη-
τος γένηται. ἐξέσθω(*) δὲ ἀπολογεῖσθα(*) καὶ τῶι
70παρασχομένωι τὸμ(*) μάρτυρα. οἱ δὲ τὰς
τῶν ἀποδέμων(*) ἢ ὑπὲρ ὧν ἄλλοι ἐνόμνυν-
ται μαρτυρίας παρασχόμενοι ὑπόδικοι
ἔστωσαν αὐτοὶ τοῦ ψευδομαρτυρίου καὶ
γραφέστωσαν(*) οἱ ἀντίδικοι τὰς δίκας τοῖς
75παρασχομένοις αὐτούς.
—— ἐὰν δέ τις κρινό-
μενος ἐπὶ δικαστηρίου ἢ ἐπὶ κριτηρίου
μαρτυρίας παράσχηται ἐνομωμοσμέ-
νας παρά τινος τῶν ὄντων ἑτέρωι τόπωι
4
(hand 1) ἐκ τ[οῦ πο]λιτικοῦ
80νόμο[υ]·
φυτ[εύσ]εως καὶ οἰκο-
δομ[ίας] καὶ β[αθ]υορυ-
[γῆς ⁦ -ca.?- ⁩]
[ἐάν τι]ς ὀφρύγην
85[παρὰ] ἀλλότριον χω-
[ρίον οἰ]κοδομῆι, τὸν
[ὅρον μὴ π]αραφαινέτω(*).
ἐ[ὰν δ]ὲ τειχίον ἢ οἴ-
κ[ημα] ἔξω τοῦ ἄσ-
90τ[ε]ω[ς],
ἐ[ὰ]μ(*) μὲν τει-
χ[ίο]ν, πόδα
(hand 3) Ἰ̣σ̣[όχ]ρυσο̣ς̣ Σάν̣-
δ[ο]υ̣
5
95(hand 1) [ἀπολειπέτω, ἐὰν δὲ οἴκημα], δύο πόδας· [ἐ]ὰν δὲ ἐντὸς τοῦ ἄστεως οἰκοδ[ομῆι   ̣  ̣  ̣  ̣  ̣]θ̣ω
[- ca.23 -] τῶν ἀναλισκ[ο]μένων ἢ ἀπολειπέτω τὸ ἥμυσ[υ](*)[ ὧν γέγραπ]ται
[ἀπολείπειν τοὺς ἔξω τοῦ] ἄστεως οἰκοδομοῦντας. ἐὰν δὲ τάφρον ὀρύσσηι ἢ [βόθυνον ὀρ]ύ̣σσηι,
[ὅσον ἂν τὸ βάθος ἦι, τοσοῦτον ἀπ]ολείπειν, ἐὰν δὲ φρέαρ, ὀργυάν, ἐλάαν δὲ καὶ [συκῆν φυτεύοντ]α
ἐ[ννέα πόδας φυτεύειν ἀπὸ τοῦ ἀλλ]οτρίου, τ[ὰ δʼ] ἄλλα δένδρη πέντε [πό]δας. ἐὰ[ν δὲ παρὰ ταῦτα] φυ-
100τ[εύσηι, ἐξορυσσέτω   ̣  ̣  ̣  ̣  ̣ ἡμερ]ῶν ἀφʼ ἧ[ς] ἂν π[ρο]είπηι ὁ ἀδικούμενος, ἐ[ὰν] δὲ ὀρύ[ξη]ι, ἀνομοιού[τω]· ὁ δὲ
μ[ὴ ποιῶν κατὰ τὰ γεγραμ]μένα ὑπόδικο[ς ἔσ]τω τοῦ βλάβους, ἐξέστω δὲ [τ]ῶι ἀδικουμέν[ω]ι
κ[αθαιρεῖν τὰ ᾠκοδομημέ]να \καὶ/ ⟦η⟧ πεφυτ[ευ]μένα καὶ ἀνομοιοῦν τὰ ἐωρ[υγμέ]να ἀζημίωι [ὄ]ντι.
βα[- ca.23 -] ἔξω τοῦ [ἐργ]α̣σίμου, μηδὲ ἐάν τις ἐν τῶι ἐρ[γασίμ]ωι ὀρύξη[ι  ̣  ̣]ρ̣α
κα̣[- ca.23 -]θ̣εν μη[δὲ   ̣]  ̣  ̣  ̣α στεγαζέτω, ἢ ὑπόδικ[ος ἔστω] τῶι ἀδικ[ουμέ]νωι
105κ[⁦ -ca.?- ⁩]  ̣
——
τοῦ π[ολιτικοῦ νόμου](*)
τάφρω̣[ν τμήσεως καὶ ἀνακαθάρεω]ς. ἐάν τις βούληται τάφρον τεμέσθαι κα[ι]νὴν ἢ παλαιὰ[ν] ἀνά-
γα[γεῖν, - ca.17 - το]ῖς γείτοσιν τοῦ χωρίου καὶ συμβαλλέσθω τὸ μέρος ἕκαστος [εἰ]ς τὸ
ἀ[νάλωμα, τοῦ δὲ χοὸς τοῦ ἐξορ]υσσομένου τὸ ἥμυσυ(*) ἑκατέρωσε ἀναβαλλέτω· ὃς δ[ὲ] ἂμ(*) μὴ βούλητ[α]ι συ[μ-]
110βα[λέσθαι, τὸν μὲν χοῦν τὸν κατʼ αὐ]τὸν ὁ τέμνων ἢ ἀνάγων εἰς τὸ χωρίον ἀναρριπτ[έ]τω εἰς ὁπότερον ἂ[ν]
βο[ύληται, τοῦ δὲ ἀναλώματος τὸ δι]π[λ]οῦν πραξά[σ]θω δίκηι νικήσας. ὧι δʼ ἂν τ[ο]ῦ αὑτοῦ χωρί[ο]υ τά-
φρ[ος - ca.12 -, συμβαλλέσθωσ]αν αὐτῶι εἰς τὴν ἀνακάθαρσιν τῆς τάφρ[ου]   ̣  ̣ κατὰ μέρος ἕ[κ]αστ[ος]
τ[ῶι δʼ ἀνακαθαίροντι ὑπόδικος ἔσ]τω ὁ μὴ συμβαλλόμενος τριπ[λ]ασίου τοῦ ἀναλώματος, ἐὰν δίκηι
νι[κηθῆι].
——
115(hand 2?) ἐὰν δέ τ[ις γραψάμενος δίκην   ̣  ̣  ̣  ̣  ̣  ̣ τ  ̣  ̣  ̣  ̣ς⟧ ἢ πληγῶν ἡσσηθῆι, ⟦προς⟧ προσαποτι-
νέ[τω](*)[ τῶι νικήσαντι τὸ δ]έκατον τοῦ τιμήματος τῆς δίκης καὶ ὁ πράκτωρ ἢ ὁ ὑπηρέτης πρα-
ξά[τω καθάπερ ἐκ δίκης ἐκ τ]ῶν ὑπαρχόντων, ἐὰν δὲ μὴ ἐκποιῆι, καὶ ἐκ τοῦ σώματος. ὅσοι δʼ ἂν
γρ[αψάμενοι δίκας   ̣  ̣  ̣  ̣  ̣  ̣ ἢ αἰκι(?)]σμοῦ ἡσσηθῶσιν, προσαποτινέτωσαν τοῖς νικήσασιν τὸ πέμπτον μέρος
το[ῦ τιμήματος τῆς δίκης,] πραξάτω δὲ ὁ πράκτωρ ἢ ὁ ὑπηρέτης ἐκ τῶν ὑπαρχόντων καθάπερ ἐγ(*) δί-
120κη[ς, ἐὰν δὲ μὴ ἐκποιῆι, καὶ ἐκ τοῦ] σώματος. ἐὰν δ[έ] τινες μὴ ἐν τοῖς αὐτοῖς δικαστηρίοις γράψωνται δί-
κα[ς ἀλλήλοις, κληρούσθωσαν τ]ού\τ/οις(*) δικασταὶ ἐξ ἑκατέρων τῶν δικαστηρίων [ο]ἱ ἴσοι καὶ μὴ πλείους
ἔστ[ωσαν τῶν δέκα καὶ ἔστω αὐτῶ]ν ὁ λαχὼν πρόεδρος, εἰσαγέσθω δʼ \ἀ/εὶ ἡ πρώτη λαχοῦσα πρώτη. ἐὰν δὲ τῆι
αὐ[τῆι - ca.20 -]ύσθωσαν.
6
(hand 4) [κα]τὰ δ[ὲ τῶ]ν ἀπεσταλμ[έ]νων ὑπ[ὸ τοῦ βα]σιλέως δίκην μ[η-]
125θεὶς [εἰσαγέτ]ω μήτε κ[α]τʼ αὐτ[ῶν μή]τε κατὰ τ[ῶν]
ἐνγύ[ων, μη]δὲ ὁ πράκτωρ μη[δ]ὲ οἱ [ὑπ]ηρέται(*) παρα-
λα[μβαν]έτωσαν τούτ[ο]υς. κὰ(*) ταυτὰ(*) δὲ καὶ ἐάν τ[ινες]
δίκας γράψωνται τ[ο]ῖ[ς] ἐν τ[ῆι ἀ]ποσκευῆι ἢ ⟦ἐν⟧ το[ῖς]
ἐγγύοις ⟦  ̣  ̣⟧ αὐτῶν περὶ ἐνκλη[μ]άτων γεγενημέ[νω]ν
130ἐν ⟦ν⟧ ο[ἷ]ς ἐπεδήμουν χρόνοις οἱ κ[α]ταλιπόντες ἀτο[ὺς](*)
μὴ [ε]ἰσαγέσθωσαν, ἐὰμ(*) μὴ ὦ̣σ̣[ι]ν̣ ὄντες τῆς ἀποσ[κε]υ-
ῆς τὸ δίκαιον ε[ἰ]ληφότες π[α]ρά τινων περὶ ἐνκλ[η-]
μάτων γεγενημένων ἐν τ[οῖ]ς αὐτοῖς χρόνοις, κα[τὰ δ]ὲ
τούτων εἰσαγέσθω. ἐὰν δέ [τ]ι[ν]\ες/(*) φάσκωσιν(*) εἶν[αι]
135τῆς [ἀ]ποσκευῆς, οἱ δικασταὶ π[ερ]ὶ τούτου δ[ι]αγινωσκέ[τω-]
σαν [κ]αὶ ἐὰν γνω[σθ]ῶσιν [ὄ]ντες τῆς ἀποσκευῆς καὶ τὲ(*) ἐν-
κλή[μ]ατα φαίνηται(*) γ[ε]γενημένα ἐπιδημού[ν]των τῶν
καταλιπόντων καὶ τὸ̣ [δ]ίκαι[ο]ν μὴ ὦσιν κατὰ τὰ γε-
γραμμένα εἰληφότες παρά τινων, αἱ μὲν δίκαι \ὑ/περ[βό]λι-
140μοι ἔστωσαν, ἕως ἂν οἱ καταλιπόντες α[ὐ]τοὺς παραγ[έ-]
νωνται, τὰ δὲ ἐπιδέκατα ἢ ἐπιπεντεκαιδέκατα [κ]ομι-
ζέσθωσαν οἱ θέντες. ὅσοι δ’ ἄν ἐνκαλῶσιν τοῖς ἐν τ[ῆι]
ἀποσκευῆι οὖσιν ὡς ἠδικημέ[ν]οι ἐν οἷς χρόνοις ἀπ[εδ]ή-
μουν οἱ καταλιπόντες αὐτ[ο]ὺς [ἢ] οἱ ἐν τῆι(*) ἀποσκ[ευ-]
145ῆι ἑτέροις φάμενοι ἠδικῆσθα[ι] ἀφʼ οὗ χρόνου κατελ[ίπ]η-
σαν, κρινέσθωσαν ἐπὶ τοῦ ἀπο[δ]εδειγμένου κριτη[ρίου].
(hand 2?) ἐὰν δέ τινες γραψάμενοι δίκας ἀποστέλλωνται ὑ[π]ὸ
τοῦ βασιλέως πρὸ τοῦ εἰσαχθῆνα[ι] αὐτοῖς τὰς δίκας, τὰ μὲν
ἐπιδέκατα ἢ ἐπιπεντεκαιδέκατα ἐὰν βούλωνται, ἀναιρε[ί]σθω-
150σαν, αἱ δὲ δίκαι ὑπερβόλιμοι ἔστ[ω]σαν, [ἕ]ως [ἂ]ν παραγέν[ω]νται·
7
[μ]ὴ̣ εἰσαγέ[σθω]σα[ν δὲ, πρὶν   ̣  ̣  ̣  ̣  ̣  ̣ τὰ ἐπιδέκατα]
ἢ ἐπιπεντε[καιδέκατα - ca.12 - κεκο-]
μισμένοι. ἐ[ὰν δὲ   ̣  ̣]  ̣α[- ca.10 - γραψάμενοι]
δίκ[ας] πρὸ τ[οῦ] ε[ἰσ]αχ[θῆ]ναι ἀ[πο]στ[έλ]λ[ων]ται ὑπ[ὸ]
155τοῦ β[α]σιλέως, ὑπερ[β]όλιμοι ἔστωσαν καὶ τούτ[ο]ις
κατὰ ταυτά(*), ἕως ἂν ἐπανέλθωσιν. τῶν δὲ
{τῶν δὲ} ἐν τ[ῶι] στρατ[ι]ωτικῶ[ι] τεταγμένων ὅσο[ι] ἂν
ἐν [Ἀλ]εξα[ν]δρεία[ι] πεπο[λ]ιτογραφημένοι
ἐν[κα]λῶσ[ιν π]ερὶ σιτ[α]ρχιῶν καὶ σιτομε[τ]ριῶν καὶ
160πα[ρ]αγρα[φῶν] τῶ[ν ἐ]ξιτ[α]ρχίας(*) ἢ σι[τ]ομετρίας
γινομένω[ν, ἐ]ὰν καὶ οἱ ἀντ[ίδ]ικοι ἐν τῶι [σ]τρατιω-
τικῶι ὄντ[ες π]επολιτογ[ρ]αφημένοι ὦ[σ]ιν, λα[μ-]
βαν[έτ]ωσαν τὸ δ[ί]καιον [κ]αὶ ὑπεχέτω[σ]αν ἐν [τοῖς]
ξεν[ι]κοῖς δικαστη[ρί]οις καὶ αἱ π[ρ]άξεις ἔστω-
165σαν κατὰ τὸ διάγραμμα.
——
v
8
(hand 5) βασιλεὺς Πτολεμαῖος Ἀντιόχωι χαίρειν. περὶ τῆς
σταθμοδοσίας τῶν στρατιωτῶν ἀκούομεν πλείω τινα
βίαν γίνεσθαι τὰς καταλύσεις παρὰ τῶν οἰκονόμων
οὐ λαμβανόντων, ἀλλʼ αὐτῶν εἰς τὰς οἰκίας εἰσπηδώντων
170τοὺς ἀνθρώπους ἐγβάλλοντας βίαι ἐνοικῖν(*). σύνταξον οὖν,
ὅπω[ς] τοῦ [λ]οιποῦ μὴ γίνηται τοῦτο, ἀλλὰ μάλιστα μὲν αὐτοὶ
στε[γ]α̣ν̣ο̣μείσθωσαν(*). εἰ δὲ ἄρα δεῖ αὐτοῖς σταθμοὺς
δίδο[σθ]αι π[α]ρὰ τῶν οἰκονόμων, διδότωσαν α[ὐ]τοῖς
τοῦς ἀναγκαίους, καὶ ὅταν ἀπολύωνται ἐκ τῶν [στ]αθμῶν,
175ἀναποιή[σ]α̣ντες ἀφιέτωσα[ν] τοὺς σταθμοὺς καὶ \μὴ/(*)
καταλ̣[ι]π̣έ̣τ̣ωσαν(*), ἕως ἂν πά[λ]ιν παραγένωνται, καθάπερ
νῦν ἀ[κο]ύο[με]ν γίνεσθαι, ὅτ[αν] ἀποπορεύωνται, ἀπ[ο-]
μισθοῦν αὐτοὺς καὶ ἀποσ̣φ̣ρ̣α̣[γισα]μένους(*) τὰ οἰκήματα
ἀποτρ[έ]χειν. μάλιστα δὲ π[ρονό]ησον Ἀρσινόης τῆς
180κατὰ Ἀ[π]όλλωνος πόλιν, ὅπω[ς, ἐὰ]ν παραγένωνται
στρατ[ιῶ]ται, μηθεὶς ἐπιστα[θ]μεύσηι, ἀλλὰ καὶ ἐν Ἀπόλ-
λωνος π[ό]λει διατρίβωσιν. [ἐ]ὰν δέ τι ἀναγκαῖον ἦι
ἐν Ἀρσιν[ό]ηι κατα̣μένε̣ι̣ν̣ ἑ[αυ]τ̣οῖς(*) οἰκίδια ἀναπλασσέτω\σαν/,
καθάπερ καὶ οἱ πρότερ[ον παρ]αγενόμενοι ἐποίησαν.
——
185ἔρρωσο.
(hand 6?) [σι]δήρου ἐπαντάσεως. ἐ[ὰν] ὁ ἐλε[ύθερος τ]ῶι ἐλευθέρωι ἐπαν\α/τε[ί]νηται
σίδηρον ἢ χ[α]λκὸ[ν] ἢ λίθον [ἢ   ̣  ̣  ̣  ̣  ̣ ἢ] ξύλον, ρ (δραχμὰς) ἀποτεισάτω, ἐὰν
δίκηι ἡσσηθῆι. ἐὰν δὲ ὁ δ[οῦλος ἢ ἡ] δούλη τούτων τι ποιήσηι
τῶι ἐλευθέρωι ἢ τῆι ἐλευθέ[ραι, μασ]τιγούσθω μὴ ἔλασσον [ρ] πληγῶν
190ἢ τὴν ζημίαν διπλασία[ν ἀπο]τεισάτω ὁ δεσπότης τοῦ [π]οιή-
σαντος [τ]ῶι παθόντι ἢ <ἣ> τῶ[ι ἐλευθέ]ρωι γέγραπται, ἐὰν δίκηι
νικηθηῖ.
——
9
(hand 5) μεθύοντος ἀδικιῶν. ὅταν τις τῶν εἰς τὸ σῶ[μ]α ἀδικημάτ[ων]
μεθύων ἢ νύκτωρ ἢ ἐν ἱερῶι ἢ ἐν ἀγορᾶι ἀδικήσηι, διπλασί[αν]
195τὴν ζημίαν ἀποτεισάτω τῆς γεγραμμένης.
——
δούλωι ἐλεύθερον πατάξαντι. ἐὰν ὁ δοῦλος ἢ ἡ δούλη πατάξη[ι τὸν ἐλεύ-]
θερον ἢ τὴν ἐλευθέραν, μαστιγούσθω μὴ ἔλασσον ρ πληγῶν ἢ τὴ[ν ζημίαν]
διπλασίαν ἀποτεισάτω ὁ δεσπότης ὑπὲρ το[ῦ] δούλου ἢ ἣν τὸν ἐλεύ[θερον]
γέγραπται ἀποτεῖσαι, ἐὰν ὁμολογῆι. ἐὰν δὲ [ἀ]μφισβητῆι, γραφέσθ[ω μιᾶς πληγῆς]
200δίκην ρ (δραχμῶν), ἐὰν δὲ ὄφληι, τριπλοῦν ἀτίμητον ἀποτεισάτω περ[ὶ δὲ]
πλειόνων πληγῶν τιμησάμενος δικασάσθω, ὅτι δʼ ἂν τὸ δικαστ[ήριον τιμήσηι,] τοῦτο τριπλοῦν ἀποτεισάτω.
——
πληγῆς ἐλευθέροις. ἐὰν πατάξηι ὁ ἐλεύθε[ρ]ος ἢ ἡ ἐλευθέρα τὸν [ἐλεύθερον]
ἢ τὴν ἐλευθέραν ἄρχων χειρῶν ἀδίκων, ρ (δραχμὰς) ἀποτεισάτω ἀτιμήτ[ους, ἐὰν]
205δίκηι νι[κ]ηθῆι. ἐὰν δὲ πλείονας πληγῆς μιᾶ[ς] πατάξηι, τιμησάμ[ενος τὰς]
πληγὰ[ς δι]κασάσθω, ὁπόσου δʼ ἂν τιμήσηι τὸ δικαστήριον, τοῦτ[ο διπλοῦν]
ἀποτεισ[άτ]ω. ἐὰν δέ τίς τινα τῶν ἀρχόντ[ων π]ατάξηι τάσσοντ[α, ὧν τῆι]
ἀρχῆι γέ[γ]ραπται τάσσειν, τριπλάσια τὰ ἐ[πι]τίμια ἀποτεισάτ[ω, ἐὰν δίκηι]
νικηθῆι.
——
210ὕβρεως. ἐάν τις καθυβρίσηι ἕτερος ἑτέρου τ[ῶ]ν ἀγράφων, ὁ τα  ̣[  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣]
μενος τιμησάμενος δικασάσθω, προσγρα[ψά]σθω δὲ ὀνομαστί, τ[ί ἂν φῆι]
ὑβρισθ[ῆ]ναι καὶ τὸν χρόνον ἐν ὧι ὑβρίσθη. ὁ δ[ὲ] ὀφλὼν διπλοῦν ἀπ[οτεισάτω,]
ὃ ἂν τὸ δικαστήριον τιμήσηι.
10
(hand 6) ὅρ[κος] ν[ό]μιμος. ὅταν τις ὁρκίζ[ηι, ὀμνύ]τω ὁ ὁρκιζό[μ]ενος
215ἐν τ[ῆ]ι ἀγορᾶι [ἐ]πὶ τοῖς ὁρκωτηρίοις κ[αθʼ ἱερ]ῶν σπέν[δων,]
τ[ὰ δὲ] ὅρκια παρεχέτω ὁ ἐπικαλῶν. ὀμνύτω δὲ Δία Ἥραν
Πο[σει]δῶ. ἄλλον δʼ ὅρκον μηδένα ἐξέστω ὀμνύναι μη[δ]ὲ
ὁρκ[ίζ]ειν μηδὲ γενεὰν παρίστασθαι.
——
περὶ τ[ῶν] πολιτῶν ὅπως μὴ δ[ο]υλεύωσιν. ὁ Ἀλεξανδρεὺς τῶι
220Ἀλεξα[ν]δρεῖ μὴ δουλευέτω μηδὲ ἡ Ἀλεξανδρὶς τῶι
Ἀλεξα[ν]δρεῖ μηδὲ τῆι Ἀλ[ε]ξανδρίδι.
εἰς μαρτ[υρί]αν κλῆσις. ε[ἰς] μαρτυρίαν καλείσθω ἐναντίον
δύο κλ[η]τόρων παρόντα ἀγορευοντα(*) καθʼ ἓν ἕκαστον ὅτι ἂ[ν]
δέηι μ[αρ]τυρεῖν. ὁ δὲ καλεσάμενος γραφέτω τὴν μαρ-
225τυρίαν εἰς π[ι]ν[ά]κι[ο]ν, [ὁ] δὲ κληθεὶς μαρτυρείτω ἐ[π]ὶ [τῆ]ι
ἀρχῆι καὶ ἐπὶ τ[ῶι] δικαστηρίωι ἐφʼ οἷς παρῆν ἢ εἶδε[ν ὀ]μόσας
τὸν ν[ό]μιμον ὅρκ[ο]ν ἀληθῆ μαρτυρεῖν τὰ ἐν τῶι π[ινα]κίωι
γεγρα[μμέν]α, ἄλλην δι(*) μὴ μαρτυρείτ[ω. ἐ]ὰν <δὲ> μὴ φῆι ⟦παρα⟧
παρεῖναι μηδὲ ἰδεῖν περὶ ὧν ἂν κελεύηι μαρτυρεῖν,
230ἐξομοσάσθω τὸν νόμιμον ὅρκον παραχρῆμα μήτε εἰδέ[ν]αι
μήτε παρεῖναι περὶ ὧν ἂν κληθῆι εἰς μαρτυρίαν. ἐὰν δ[ὲ]
τῆς μαρτυρίας τὰ μὲν φῆι εἰδέναι, τὰ δὲ μή, ἃ μὲν ἂν φῆ[ι]
συνειδέναι, μαρτυρείτω, ἃ δʼ ἂν φῆι μὴ συνειδέναι, ἐξομο[σ]άσθ[ω].
11
θεσμοφυλακ Traces β Traces
235ἐνεχυρασία καὶ   ̣πο  ̣  ̣  ̣  ̣ [ἐὰ]ν δὲ περὶ τ[  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣ μὴ ἐξέστω]
ἐνεχυράζειν μηδὲ ὅταν τις ἀποθά[νηι - ca.13 -]
κατὰ τὸν νόμον τὸν ἀ[σ]τυνο[μ]ικὸν [- ca.15 -]
μηδὲ ἵππον δημοσιευ[έτω]σαν.
—— [ἐ]ὰν δέ τις ἐ[νεχυράσηι, ἀναγρα-]
φέτωσαν οἱ θεσμοφύλακ[ες] τὴ[ν] ἐνεχυρασί[αν. ὡς δὲ ἂν ἥλιος]
240δύηι, μηδὲ εἷς ἐνεχυραζ[έ]τω μηδὲ πρὶν ἥ[λιον ἀνατέλλειν,]
ἢ [ὑ]πόδικοι ἔστωσαν οἱ η[  ̣  ̣  ̣  ̣  ̣]ες τῆς ψευδε[νεχυρασίας.]
γῆς καὶ οἰκίας καὶ οἰκοπέδ[ων ὠν]ή. ἐάν τ[ις γῆν ἢ οἰκίαν ἢ οἰ-]
κόπεδα ὠνῆται παρʼ οὑ[τινοσ]οῦν ἢ πωλῆ[ι ᾡτινιοῦν   ̣  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣]
τοῖς ταμίαις τῶν μὲν [ἑκ]ατὸν δραχμ[ὰ]ς [- ca.18 -]
245ἐντὸς ν. ἔστω δὲ τοῦτο ἱε[ρ]ὸν Ἀλεξάνδρ[ωι.]
—— [οἱ δὲ ταμίαι ἀναγρα-]
φόντωσαν τὰς ὠνὰς κατὰ δήμους καὶ κατα[- ca.10 - τῶι τοῦ]
ἀποδομένου δήμωι, ἐγγράφοντες πρῶτομ(*) μ[ὲν τοῦ ἀποδομέ-]
νου τὸ ὄνομα πατριαστὶ καὶ δήμου, ἔπειτα [δὲ τὸ τοῦ πριαμένου]
κατὰ ταυτὰ(*) καὶ τὸμ(*) [μῆ]να καὶ τὴν ἡμέραν, [ἧι ἂν - ca.9 - ἀπο-]
250λάβωσιν, καὶ ὅτι ἂν ἀγ[ορ]άσηι ὀνομαστὶ καὶ ὅπ[ου ἂν κέηται καὶ ἐάν]
τινα ἐπωνυμίαν ὁ χ[ῶ]ρ[ο]ς ἔχηι, ἐπιγράφ[οντες καὶ τοὺς γείτονας,]
ἐὰμ(*) μὲν πλείονες ὦσιν, πάντας. εἰ δὲ μή, [- ca.15 -, ἐπει-]
δὰν δὲ δῶι τὸ ἀμφούριον ὁ πωλῶν καὶ ἀπο[- ca.16 - μὴ]
ἔστω αὐτῶι πρὸς τὸν πριάμενον δίκη μηδ[έ τις εἰσαγέτω περὶ τῆς]
255γῆς ἢ τῆς οἰκίας ἢ τῶν οἰκοπέδων. τοῖς δὲ [- ca.18 -]
μένοις μὴ κυρία ἔστω ἡ ὠνὴ μηδὲ ἡ προθεσμ[ία   ̣  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣ ἐὰν δέ τι]
τῆς τιμῆς μὴ κομίσηται, ὑπογραφέσθω πρὸ[ς - ca.15 - τὸ]
ὀφειλόμενον ἢ συνγραφὴν συνγραφέσθω κα[ινὴν - ca.10 -]
ἢ μὴ ἔστω αὐτῶι κομιδή.
——
260Ἀπολλώνιος Ζωίλωι χαίρειν. ἀφείκαμ[εν] τού[ς τε διδασκάλους]
τῶν γραμμάτων καὶ τοὺς παιδοτρίβας [κ]αὶ τ[οὺς - ca.14 -]
τὰ περὶ τὸν Διόνυσον καὶ τοὺς νενικηκό[τ]ας τ[ὸν πενθετηρικὸν(*)]
ἀγῶνα καὶ τὰ Βασίλεια καὶ τὰ Πτολε[μ]α[ῖ]α, κ[αθάπερ ὁ βασιλεὺς]
προστέταχεν, τοῦ ἁλὸς τὸ τέλος αὐτούς τ[ε] καὶ [οἰκείους(*)].
265ἔρρω[σο]. (ἔτους) [- ca.9 -]

Apparatus


^ 2.25. l. ἐπιλαμβανέσθω
^ 2.28. l. τὰ αὐτὰ
^ 2.32-33. l. ἐπιλα |βέσθαι
^ 2.38. corr. ex δικε
^ 2.38. l. τῆ<ς>
^ 2.41-42. l. δια<ι>τη |τῶν
^ 2.42. l. καθεστώς
^ 2.43. l. εἰσ<ὶ>
^ 2.50. l. ἐ\ὰ/ν
^ 3.51. l. ἐὰν
^ 3.55. l. τις
^ 3.58. l. μάρτυρες
^ 3.61. corr. ex τηι
^ 3.61. corr. ex
^ 3.62. corr. ex δικηι
^ 3.69. l. ἐξέστω
^ 3.69. l. ἀπολογεῖσθα<ι>
^ 3.70. l. τὸν
^ 3.71. l. ἀποδήμων
^ 3.74. l. γραφέσθωσαν
^ 4.87. l. [π]αραβαινέτω
^ 4.91. l. ἐὰν
^ 5.96. l. ἥμισ[υ]
^ 5.106. BL 8.144 : π[⁦ -ca.?- ⁩] prev. ed.
^ 5.109. l. ἥμισυ
^ 5.109. l. ἂν
^ 5.115. corr. ex
^ 5.119. l. ἐκ
^ 5.121. τ]ού\τ/⟦[τ]ουετ̣οιςτ]ου\τ/⟦[τ]ουετ̣οισ⟧ corr. ex [τ]ουετ̣οισ
^ 6.126. corr. ex
^ 6.127. l. κα<τὰ>
^ 6.127. l. τὰ αὐτὰ
^ 6.130. l. αὐτο[ὺς]
^ 6.131. l. ἐὰν
^ 6.134. corr. ex [τ]ι[ν]ων
^ 6.134. corr. ex φασκοντων
^ 6.136. l. τὰ
^ 6.137. corr. ex φαινεται
^ 6.144. corr. ex ταισ
^ 7.156. l. τὰ αὐτά
^ 7.160. l. [ἐ]κ σιταρχίας
^ 8.170. l. ἐνοικεῖν
^ 8.172. BL 1.464 :   ̣ιεισθωσαν prev. ed.
^ 8.175. corr. ex κη
^ 8.176. cf. BL 3.74 : καταχ̣[ρ]ήστωσαν (l. καταχρήσθωσαν) prev. ed.
^ 8.178. BL 3.74 : ἀποτ̣α̣[  ̣  ̣  ̣]μένους prev. ed.
^ 8.183. cf. BL 3.74 : καταμεν  ̣  ̣  ̣  ̣[  ̣  ̣]  ̣ο̣ισ prev. ed.
^ 10.223. l. ἀγορεύων
^ 10.228. l. δὲ
^ 11.247. l. πρῶτον
^ 11.249. l. τὰ αὐτὰ
^ 11.249. l. τὸν
^ 11.252. l. ἐὰν

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.