Papyri.info

sign in

p.oxy.52.3691 = HGV P.Oxy. 52 3691 = Trismegistos 15331



DDbDP transcription: p.oxy.52.3691 [xml]

AD 139 Oxyrhynchus

(hand 5) ὡμολ(όγηται)
(hand 4) ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Τίτου Α̣ἰλίου Ἁ̣δριανοῦ Ἀντων̣ε̣ίνο̣υ̣ Σ̣εβαστ[οῦ Εὐσεβοῦς ἐπαγομένων   ̣, ἐν Ὀξυρύγχων πόλ(ει) τῆς Θηβαΐδος].
ὁμολογεῖ Σαραπίων̣ Ἀδ̣ρ[ά]σ̣τ̣ου το̣ῦ̣ Διονυσίο̣υ μητρὸς Ἀ̣ρσ̣[ι]ν̣όης Θέωνος ἀπʼ Ὀξυρύγχων πόλ[εως τῷ ἑαυτοῦ ὁμογνησίῳ ἀδελφῷ Θέωνι ἐν ἀγυιᾷ ἐκμαρτυρεῖσθαι]
διὰ̣ τῆσδε̣ τῆς ὁμολογίας [ἣ]ν̣ πεποίηται τῷ Θέωνι τῇ νε̣[ο]μ̣ηνίᾳ τῶν ἐπαγομένω̣ν τοῦ ἐνε̣[στῶτος δευτέρου ἔτους κατὰ χειρόγραφον πρᾶσιν τοῦ ὑπάρξαντος αὐτῷ],
5πρότερον τοῦ μετηλλαχότος αὐτῶν ὁμογνησίου ἀδελφοῦ Δίου νεωτέρου, τετάρτου μέρους οὗ εἶ[χε ⁦ -ca.?- ⁩ ἡμίσους μέρους ἐπαύλεως ἐν ᾗ πύργος καὶ περιστερεῶνες]
ἀτέλεστοι δύο καὶ ψιλῶν τ̣όπων, τοῦ δʼ αὐτοῦ ἡμίσους μέρο̣υς ὄντος ὡς δηλοῖ ὁ ὁμολογῶν κ̣οινωνικο̣[ῦ πρὸς μὲν ⁦ -ca.?- ⁩ κατὰ τὸ ἥμισυ, πρὸς δὲ ⁦ -ca.?- ⁩]
κατὰ τὸ ἄλλο τέταρτον, τῶν δὲ ὅ̣λων ἐνγαίων ὄντων ὁμοίως ὡς δηλοῖ ὁ ὁμολογῶν κοινω̣νικῶν κ̣[ατὰ τὰ ἄλλα μέρη πρὸς (?)⁦ -ca.?- ⁩ , ὧν γείτονες]
νότου πρότερον Διαδέλφου Ἁρπά̣λου ψιλοὶ τό̣ποι, β̣[ο]ρ̣ρᾶ̣ ἐ̣κ̣ μὲν τοῦ ἀπὸ λιβὸς μέρους Ἀπολλ̣ωνίου καὶ [Κρονίου ἀμφοτέρων Ἀδράστου, ἐκ δὲ τοῦ ἀπὸ ἀπηλιώτου ⁦ -ca.?- ⁩ , ἀπηλιώτου]
πλευρισμός, λιβὸς ἐκ μὲν τοῦ ἀπὸ νότου μέρους ῥύμ̣η ἧς τὸ νότινον μέρος ἐστὶν καθʼ ὕδατος, ἐκ δὲ τ̣ο̣ῦ̣ ἀ̣π̣[ὸ βορρᾶ ⁦ -ca.?- ⁩, τιμῆς τοῦ τετάρτου μέρους ἡμίσους μέρους]
10ἐπα̣ύλεως ἐν ᾗ πύργος καὶ περιστερεῶνες ἀτέλ̣ε̣σ̣τ̣οι̣ δύο καὶ ψιλῶν τόπων ἀργυρίου δραχμῶν δι̣α̣κ̣ο̣σ̣ί̣[ων ἃς ἔκτοτε ἀπέσχεν ὁ Σαραπίων, ὧν καὶ ἐτάξατο ὁ Θέων τὰ εἰς τὸ ἐγ-]
κύκλιον τέλη ταῖς ἐπαγομέναις τοῦ ἐνεστῶτος ἔτους· τῆς τοῦ αὐτοῦ τετάρτου μέρους τοῦ ἡμίσους \μέρους [τῆς ἐπαύλεως καὶ]/ τῶν ψ̣[ιλῶν τόπων βεβαιώσεως ἐξακολουθούσης τῷ Σαραπίωνι· ὁ δὲ παρέξε-]
ται τῷ Θέωνι καὶ τοῖς παρʼ αὐτοῦ τοῦτο καθαρὸν ἀπὸ ἀπογραφῆς ἀνδρῶ̣ν καὶ γεωργίας βασιλι̣κῆς καὶ οὐ̣[σ]ι̣[ακῆς γῆς καὶ παντὸς εἴδους καὶ ἀπὸ παντὸς οὑτινοσοῦν ἄλλου]
διὰ παντὸς ὡς καὶ ἡ κατὰ χιρόγραφον(*) πρᾶσις περιέχει. ἣν̣ ἐὰν συμβῇ παραπεσεῖν ἢ ἄλλως πως διαφθα̣[ρῆναι, μὴ προσδεῖσθαι τὸν Θέωνα ἑτέρας εὐδοκήσεως ἀρκούμενον τῇδε τῇ συγγραφῇ].
κυρία ἡ ὁμολογία. (hand 2) ἔτους δευτέρου Αὐτοκράτορο̣ς̣ Καίσαρος Τίτου Αἰλίο̣υ Ἁδριανοῦ Ἀντωνεί̣[νου Σεβαστοῦ Εὐσεβοῦς ἐπαγομένων   ̣].
——
15

Apparatus


^ 13. l. χειρόγραφον

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.