Papyri.info

sign in

sb.20.14708 = HGV SB 20 14708 = Trismegistos 8087



DDbDP transcription: sb.20.14708 [xml]

151 BC Theadelphia

1
υοε
  ̣  ̣  ̣  ̣
[Διοσκ]ο̣υρί[δηι Ἡρακ]λεί[δου ἀρχισωματ]οφύλα̣κ̣ι̣ καὶ διοικητῆ̣ι̣
[παρ]ὰ̣ Ἁρμάιος τοῦ [Μ]α̣ρ̣ρέους βασιλικοῦ γεωργοῦ τ̣ῶ̣ν̣ ἐκ Θεα-
5[δε]λ̣φείας τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ἠδι-
[κη]μ̣έ̣νος οὐ μετρίως καὶ ἐγδιωκόμενος ἐκ τῆς ἰδίας ὑπὸ
[Μεσ]θ̣α̣σ̣ύ̣θ̣μ̣ιος τοῦ τῆς κώμης κωμάρχου ἐπὶ σὲ τὴν κατα-
[φυ]γ̣ὴν πεποίη̣[μ]αι ἵνα τύχω βοηθείας. τοῦ γάρ κζ (ἔτους) προχειρισ-
[θέν]τ̣ος μου ὑπὸ τοῦ Μεσθασύθμιος δεκανὸν τῶν ἐκ̣ τῆς κώμης
10[βασι]λ̣ικῶν γεωργῶν καὶ τούτου ἱκανὴν παραλογήα̣ν(*) πεποιη-
[μέ]νου \καθʼ ἔτος/ ἐκ τῶν αὐτῶν γεωργῶν ἑκάστης (ἀρούρας) πυροῦ (ἀρτάβην) (ἡμίσειαν) καὶ
[  ̣  ̣] χ̣αλκοῦ (δραχμὰς) ϙ ἐξ ὧν συνῆγε τοῦτ̣ο̣ν̣ ἀπαχθῆναι. συμπαρα-
[τά]ξας μοι τὸν ἑαυτοῦ γραμματέα Πνεφερῶτα Πετεσούχου
[ἐπὶ] χαλκίνης παραλογήας(*) τῆ̣ς̣ τ̣ο̣ῦ πυ̣ροῦ Κολλο̣ύ[θ]η̣ν Πατῖτος
15[καὶ Τ]ο̣θοῆν Παπεντῶτος τοὺς παρʼ αὐτοῦ [  ̣  ̣  ̣  ̣  ̣] \[]  ̣ευθῆναι ἅπαντα ἐν τῷ Παχὼν μηνὶ/ κατά̣γει[ν]
[οὕτ]ω̣ς τῆς (ἀρούρας) πυροῦ [(ἀρτάβην)] (ἡμίσειαν) καὶ χαλκοῦ (δραχμὰς) πε. ἐν δὲ τῶι
[κε] ἔτει Σελεύκωί(*) τ̣ινα ἐμπεφανικότα κατʼ αὐτοῦ περὶ τῶν αὐτῶν
[παρ]α̣λογηῶν(*) καὶ ἄλλων εἰδῶν κακῶς ἀποσπᾶσθαι ὑπὸ τοῦ Σελεύκου
[  ̣  ̣] τὴν τούτω̣ν μα̣ρ̣[τ]υρίαν ἐξ ὧν ἀνακεκομίκη χρηματ<ι>σμῶν.
20[το]ῦ̣ δʼ ἀναχωρ[ή]σαντος εἰς τὸ ἐν τῇ κ̣[ώμ]ῃ Σαραπιῆον̣ διὰ τὸ συν-
[ειδ]έναι τοῖς πράγμασιν ὁ προειρημένος Μεσθασύθμις οὐ π̣ρ̣ότερον̣
[ -ca.?- ]  ̣νμ[  ̣  ̣  ̣]  ̣  ̣εθεν  ̣η  ̣μη πρότερον διέσεισεν εἰς τὸ̣ν̣ [  ̣  ̣  ̣  ̣  ̣  ̣]  ̣
[ -ca.?- π]ά̣ντας χρηματισμοὺς περὶ τῶν κατὰ τὸν Σέλευκον ἀργυρίου
[δρα]χμὰς ξη ὁμοίως δὲ καὶ ἐν ἧι ἐποιήσατο ἐπιγραφῇ τοῖς βασι-
25[λικ]οῖς   ̣  ̣[  ̣  ̣]  ̣ ἐν τῶι ἐν τῇ κώμῃ Σαραπιήωι ἐξ ἧς συνήχθη-
[σαν] εἰς πυροῦ̣ (ἀρτάβας) φ̣⟦  ̣  ̣  ̣⟧ καὶ εἰσελθ̣ὼν εἰς τὸν βασιλικὸν θησαυρὸν
[ἐξ]ήντλησεν ἀπὸ τῶν παρακειμένων σπερμάτων ἀφʼ ῶ̣̣̔
[  ̣  ̣  ̣]δε τῶν ἐμῶν μόνου (ἀρτάβας) οε, ἃς καὶ ἀπηνέγκατο εἰς τὸ ἴδιον
[σὺν] ταῖς ἄλλαις ἐπιλοίποις τῶν φ (ἀρταβῶν), αἳ κ̣αὶ ἐξηνέχθεισαν εἰς
30[πρ]ᾶσιν διὰ τοῦ Κολλούθου καὶ Θασῶτος τῆς μητρὸς αὐτοῦ κ̣αὶ
[Κολ]λούθιος τῆς γυναικός. ἔτι δὲ καὶ ἐν τῶι κθ (ἔτει) συνηνάγκασεν
[ἡμ]ᾶς προστῆναι τῆς αὐτῆς παραλογήας ἑκάστης (ἀρούρας) πυροῦ (ἀρτάβην) (ἡμίσειαν)
[καί] χαλκοῦ (δραχμὰς) ν, ἃ καὶ παρελογεύθη διά τε ἡμῶν καὶ Τοθοήους τοῦ
[Πα]πεντῶτος τῶι τῆς κώμης μέτρωι ἑ̣ξαχοινίκωι, τὸν δὲ πυρὸν
35[κατ]ατεθῆναι ἐν τῇ Λιμναίου καὶ Λεοντομένου \(ὀγδοηκονταρούρου)/ οἰκίαις τ̣ὸ̣ν̣ δ̣ὲ̣
[χα]λκὸν αὐτῷ Μεσθασύτμει ἀποδίδοσθαι. μετὰ δὲ τα̣ῦ̣[τα]
[ -ca.?- ]  ̣ ἐν τῶι λ̣ (ἔτει) προσπεσόντων ἐπὶ τοὺς̣ τό̣πους χρηματισμ̣ῶν
2
π[- ca.13 -]  ̣αν κἀμοῦ μεταδόντος τῶι Μεσθασύτμει
[- ca.14 -]- ca.9 - ἀλλὰ καταπλεύσαντα εἰς τὴν
40[πόλιν ὥστε πω]λ̣εῖν τὰ ἐκ τῆς ἄνωθεν [γῆς] τῆι φύσει μοχθηρὸς ὢν
ἐπενέγκας μοι α  ̣  ̣τον αἰτίαν παρέδωκεν εἰς τὴν ἐγ(*) Κροκοδίλων
πόλει φυλακὴν εφ  ̣  ̣  ̣θρα  ̣  ̣[  ̣  ̣  ̣]  ̣ασθαι. οὐ πρότερον διήκατό με
πρὶν συνηνάγκασέν με τὰ δεσ̣μ̣  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣θέσθαι αὐτῶι παρα-
χώρησιν ἧς γεωργ̣ῶ βασιλικῆς γῆς σὺν τῶι ἐν αὐτῇ σπόρωι
45μέχρι το̣ῦ̣ ἐκτεῖ̣[σ]αί με αὐτῶι. ἐπ̣ε̣ι̣δὴ̣ ἐ̣νήνοχεν εἰς τὰ πράγματα
ζημ[ίαν καὶ πληγ]ά̣ς̣, ἔτι δὲ καὶ προσκατενεγύησεν τὰ παρα-
κεί̣[μενα σπέ]ρ̣ματα ἐν τῶι βασιλικῶι θησαυρῶι εἰς (πυροῦ) (ἀρτάβας) ρν̣
ἀνθʼ ῶ̣[ν δὲ λαβόμε]νος μετὰ πολλῶν διαφόρων, ἐφʼ οἷς ἔχω πᾶσα[ν]
κατε[ργασίαν ἐμ]ὴν πρὸς τὸ μηθὲν διάφορον εἰς τὸ βασιλικὸν
50γενέσ̣[θαι. ἐνε]χόμενος οὖν ὑπὸ ἀνθρώπου μοχθηροῦ ἐξ̣ωρμήθ[ην]
εἰς τ[ὸ φυγεῖν ἐ]π̣ὶ τὸν βασιλέα καὶ τὴν βασίλισσαν ἕκαστα
δηλώ[σας ἐν τῇ γραφ]ῇ. ἐν τῇ αὐτῇ αἱρέσει παραλαβὼν φυλακίτα[ς]
καὶ ἐ[πισκόπους] α̣ὐ̣τοῦ συνετείρει(*) τὰς ὁδοὺς βουλόμενός μ[ε]
πάλιν [ἀπαγαγεῖν] εἰς φυλακὴν πρὸς τὸ μὴ καταπλεύσαντ̣[α εἰς]
55τὴν [πόλιν τὴν μ]αρτυρίαν ποιήσασθαι. Διὸ προσφερ<ό>μενος
τὴν [- ca.10 -] ἀξιῶ ἐὰν φαίνηται συντάξαι τοῖ[ς]
παρὰ [σοῦ   ̣  ̣  ̣  ̣  ̣  ̣  ̣]ου τὴν περὶ τούτων μαρτυρίαν κατ[α-]
λῦσαι [- ca.11 - τού]των δὲ γενομένων ἔσομα[ι βεβοηθημένος.]
εὐτύχει.
60(hand 2)   ̣  ̣επι των  ̣  ̣  ̣  ̣τωι τους
παρὰ δὲ τῶν παρόντων πεμφθήτω
χειρογρ(αφία) τῶν μαρτύρων.
(ἔτους) λ Χο(ιὰκ) κβ.
(hand 3) Α  ̣  ̣ Π  ̣  ̣

Apparatus


^ 1.10. l. παραλογείαν
^ 1.14. l. παραλογείας
^ 1.17. or Σέλευκό̣ν̣
^ 1.18. l. παραλογειῶν
^ 2.41. l. ἐν
^ 2.53. l. συνετήρει

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.