Papyri.info

sign in

Trismegistos 113881 = LDAB 113881



Introduction

This papyrus has been digitally edited by Holger Essler, Enrico Chies, Chiara Mingotti and Giorgia Melena. Revision by Holger Essler as part of the teaching in papyrology at Ca' Foscari, Venice.

DCLP transcription: 113881 [xml]

column 1
[ἔκτοσθεν δ᾿ αὐλῆς μέγας ὄρχατος ἄγχ]ι θυρά̣ων
[τετράγυος· περὶ δ᾿ ἕρκος ἐλήλαται ἀμφ]οτέρωθε̣ν.
[ἔνθα δὲ δένδρεα μακρὰ πεφύκει τηλ]εθάοντα,
115[ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκα]ρποι
[συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθ]άωσαι.
[τάων οὔ ποτε καρπὸς ἀπόλλυται ο]ὐ̣δ᾿ ἀπολείπει
[χείματος οὐδὲ θέρευς, ἐπετήσιος· ἀ]λ̣λὰ μάλ᾿ ἀε̣ὶ
[ζεφυρίη πνείουσα τὰ μὲν φύει, ἄλλα] δ̣ὲ πέσσει.
120[ὄγχνη ἐπ᾿ ὄγχνῃ γηράσκει, μῆλον δ᾿ ἐ]π̣ὶ μήλῳ,
[αὐτὰρ ἐπὶ σταφυλῇ σταφυλή, σῦκον δ᾿] ἐπὶ σύκωι.
[ἔνθα δέ οἱ πολύκαρπος ἀλωὴ ἐρρίζω]ται,
[τῆς ἕτερον μέν θ' εἱλόπεδον λευρῷ ἐνὶ] χ̣ώρωι
[τέρσεται ἠελίῳ, ἑτέρας δ' ἄρα τε τρυγό]ω̣σι,
125[ἄλλας δὲ τραπέουσι· πάροιθε δέ τ' ὄμϕ]α̣κές εἰσι
[ἄνθος ἀϕιεῖσαι, ἕτεραι δ' ὑποπερκάζου]σ̣ιν.
[ἔνθα δὲ κοσμηταὶ πρασιαὶ παρὰ νείατον] ὄ̣ρ̣χ̣ον
[παντοῖαι πεϕύασιν, ἐπηετανὸν γανόωσ]α̣ι.
[ἐν δὲ δύω κρῆναι· ἣ μέν τ' ἀνὰ κῆπον ἅπαν]τ̣α
130[σκίδναται, ἣ δ' ἑτέρωθεν ὑπ' αὐλῆς οὐδὸν ἵη]σ̣ι
[πρὸς δόμον ὑψηλόν, ὅθεν ὑδρεύοντο πολῖ]ται.
[τοῖ᾿ ἂρ ἐν Ἀλκινόοιο θεῶν ἔσαν ἀγλαὰ δῶρ]α.
[ἔνθα στὰς θηεῖτο πολύτλας δῖος Ὀδυσσε]ύς.
[αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμ]ῶι,
135[καρπαλίμως ὑπὲρ οὐδὸν ἐβήσετο δώμα]τος εἴσ̣ω.
[εὗρε δὲ Φαιήκων ἡγήτορας ἠδὲ μέδοντας]
[σπένδοντας δεπάεσσιν ἐυσκόπῳ Ἀργειφόντ]η̣ι
[ᾧ πυμάτῳ σπένδεσκον, ὅτε μνησαίατο κοί]τ̣ου.
[αὐτὰρ ὃ βῆ διὰ δῶμα πολύτλας δῖος Ὀδυσσεὺ]ς
column 2
140(added at left: ›) π̣[ολλὴν ἠέρ᾿ ἔχων, ἥν οἱ περίχευεν Ἀθήνη,]
ὄφ̣ρ᾿ ἵκετ̣᾿ [Ἀρήτην τε καὶ Ἀλκίνοον βασιλῆα.]
ἀμ̣φὶ δ᾿ ἂ[ρ Ἀρήτης βάλε γούνασι χεῖρας Ὀδυσσεύς·]
(added at left: ›) καὶ̣ τότε̣ [δή ῥ᾿ αὐτοῖο πάλιν χύτο θέσφατος ἀήρ.]
οἱ δ᾿ ἄ̣νεω [ἐγένοντο δόμον κάτα, φῶτα ἰδόντες,]
145θα̣ύ̣μαζο̣[ν δ᾿ ὁρόωντες· ὃ δ᾿ ἐλλιτάνευεν Ὀδυσσεύς·]
Ἀρήτη, θύγ̣[ατερ Ῥηξήνορος ἀντιθέοιο,]
σόν τε πόσι̣[ν σά τε γούναθ᾿ ἱκάνω πολλὰ μογήσας,]
τούσδε τ̣ε̣ [δαιτυμόνας, τοῖσιν θεοὶ ὄλβια δοῖεν,]
ζωέμενα̣[ι καὶ παισὶν ἐπιτρέψειεν ἕκαστος]
150κτήματ᾿ ἐ[νὶ μεγάροισι γέρας θ᾿, ὅ τι δῆμος ἔδωκεν.]
αὐτὰρ ἐμο̣[ὶ πομπὴν ὀτρύνετε πατρίδ᾿ ἱκέσθαι]
θᾶσσ[ον, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχω.]
ὣς εἰ[πὼν κατ᾿ ἂρ ἕζετ᾿ ἐπ᾿ ἐσχάρῃ ἐν κονίῃσι]
πὰρ̣ [πυρί· οἳ δ᾿ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.]
155[ὀψ]ὲ̣ δ[ὲ δὴ μετέειπε γέρων ἥρως Ἐχένηος,]
ὃς δὴ [Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν]
καὶ μύ̣[θοισι κέκαστο, παλαιά τε πολλά τε εἰδώς·]
ὅ σφιν [ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·]
Ἀλκίνο̣᾿, [οὐ μέν τοι τόδε κάλλιον οὐδὲ ἔοικε]
160(added at left: ›) ξεῖνον̣ [μὲν χαμαὶ ἧσθαι ἐπ᾿ ἐσχάρῃ ἐν κονίῃσιν·]
(added at left: ›) οἵδε δὲ̣ [σὸν μῦθον ποτιδέγμενοι ἰσχανόωνται.]
(added at left: ›) ἀλλ᾿ [ἄγε δὴ ξεῖνον μὲν ἐπὶ θρόνου ἀργυροήλου]
(added at left: ›) εἷσον̣ [ἀναστήσας, σὺ δὲ κηρύκεσσι κέλευσον]
(added at left: ›) οἶ̣νο̣[ν ἐπικρῆσαι, ἵνα καὶ Διὶ τερπικεραύνῳ]
165σπε̣[ίσομεν, ὅς θ᾿ ἱκέτῃσιν ἅμ᾿ αἰδοίοισιν ὀπηδεῖ·]
δό̣[ρπον δὲ ξείνῳ ταμίη δότω ἔνδον ἐόντων.]
αὐ[τὰρ ἐπεὶ τό γ᾿ ἄκουσ᾿ ἱερὸν μένος Ἀλκινόοιο]

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.