Papyri.info

sign in

bgu.3.970int = HGV BGU 3 823 = BGU 3 970 = Trismegistos 9370 = Trismegistos 9420 = chr.mitt.242



DDbDP transcription: bgu.3.970int [xml]

AD177 Arsinoite
[Reprinted from: bgu.2.525 | bgu.3.823 | chr.mitt.242] ext=BGU2,525;cf3,823;MChr242

ἔτους ἑπτακαιδεκάτου Αὐτοκρατόρων Καισάρων Μάρκου Αὐρη(λίου) Ἀντωνείνου Σεβ[ατοῦ]
καὶ Λουκίου Αὐρηλίου Κομόδου(*) Ἀρμενιακῶν Μηδικῶν Παρθικῶν Γε(ρ)μανικῶν Σαρ[ματικῶν]
Μεγίστων Φαρμοῦθι β Ταπεθεὺς Πτολεμαίου τοῦ Ζηνᾶ ἐμαρτυροποιήσατο ἐκγεγρά[φθαι]
καὶ προσαντιβεβληκέναι ἐκ τεύχους βιβλειδίων(*) Τίτου Πακτουμηίου Μάγνου ἐπ[άρχου]
5Αἰγύπτου προτεθέντων σὺν ἑτέροις ἐν \Ἰουλιοπόλει διαλογιζομένου τοῦ κρατίστου ἡ[γε]μόνος/ ⟦τῷ παλαιῷ⟧, ἐν ᾧ βιβλιδίῳ ἐνγεγραμμένα <ἦν> τὰ ὑπογ[εγραμμένα·]
Τίτῳ Πακτουμηίῳ Μάγνῳ ἐπάρχῳ Αἰγύπτου παρὰ Ταπεθέως Πτολεμαίου τοῦ Ζην[ᾶ]
ἀπὸ κώμης Καρανίδος τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου. τῆς εἰς ἅπαντας
εὐεργεσίας, ἡγεμὼν μέγιστε, καὶ αὐτὴ γυνὴ ἀβοήθητος καὶ μηδεμίαν βοή[θει]α[ν]
ἔχουσα εἰ μ̣ὴ̣ ὑπὸ σοῦ τοῦ κυρίου τὴν ἐπὶ σὲ καταφυγὴν ἐποιησάμην. τὸ δὲ πρᾶγ[μα]
10ἔχει οὕτως· πάντων τῶν κυρίων ἡμῶν αὐτοκρατόρων καὶ τῶν κατὰ καιρὸν ἡγεμόν[ων]
κελευσάντων πρωτοπρατίαν ἔχειν τὰς προοῖκας ἐγὼ μόνη παρὰ τὰ διατεταγμένα
ὑπὸ τῆς τοῦ ἀνδρός μου Λιμναίου ἀδελφῆς Ἑ[λ]ένης ἱκανῶς διετέθην ἐναντιουμένης
τοῖς καθολικῶς διατεταγμένοις. ὁπηνίκα γὰρ συνηρχόμην τῷ προγεγραμμένῳ μ[ου]
ἀνδρὶ Λιμναίῳ τῷ ιε (ἔτει) θεοῦ Αἰλ(ίου) Ἀντωνείνου προσηνενκάμην αὐτῷ προοῖκα ἐν δραχμαῖς ἐν-
15νακοσίαις , δηλωθέντος διʼ ἧς προείθη μοι ἀσφαλείας, ἐὰν γένηται μὴ εὐτονῆσαι αὐτὸν [ἀ-]
ποδοῦναί μοι τὴν προοῖκα, λαβεῖν με τὸ ὑπάρχον αὐτῷ ἐν τῇ προγεγραμμένῃ Καραν[ίδι]
δίμοιρον μέρος πατρικῆς οἰκίας καὶ αὐλῆς καὶ χορτοθήκης καὶ ἐκ τοῦ πρὸς ἀπηλ[ιώ-]
τὴν μέρους ψειλὸν(*) τόπον, δηλωθέντος διὰ αυτῆς(*) αὐτῆς ἐνγράφου ἀσφαλείας ἀποδώσειν
με Σισόιτι δανιστῇ(*) αὐτοῦ ἐπὶ τοῖς προκειμένοις δραχμὰς ἑκατόν . ἐπεὶ οὖν οὗτος
20μὲν μετήλλαξεν, ἐ[γὼ] δὲ ἀπέδωκα τὰς δρ[αχ]μὰς ἑκατὸν καὶ ἔσχον ἀποχὴν ἐδημηω-
σαυ̣τ̣ὸ̣(*) τὸ δηλούμενον τοῦ ἀνδρός μου χειρ[όγρα]φον τῷ ιδ (ἔτει) τοῦ κυρίου ἡμῶν Αὐτοκράτορος
Αὐρ(ηλίου) Ἀντωνείνου καὶ μετέδωκα τῇ τούτου ἀ[δελ]φῇ καὶ κληρονόμῳ τῇ προγεγραμμενης(*)
λέγ[ου]σα εἴη μὲν οὖν αὐτὴν ἀκολούθως ταῖς ἡγεμονικαῖς καὶ αὐτοκρατορικαῖς διατάξε-
σιν εὐγνωμ[ο]νεῖν καὶ ἢ ἀποκαταστῆσαί μοι τὰ ὑπάρχοντα ἢ τὸ ἀργύριον ἀποδῶναι. ἡ [δ]ὲ ἐτόλ-
25μησεν μεταδῶναί μοι ἀντίρρησιν διʼ ἧς ἐνε̣  ̣  ̣  ̣  ̣τινα πρὸς τὴν ἰδίαν ἐπιθυμίαν. ἄχ[ρι]
δὲ οὗ [ἂν(?) τὰ(?)] ἑξῆς ἐπιτελῶ διὰ τοῦ ξενικῶν πράκτ[ορος ]ἀ̣κ̣[ολο]ύθως ᾗ παρεκόμισα ἐνεχυρ̣[ασί-]
(*) [  ̣  ̣  ̣  ̣]υ̣  ̣  ̣  ̣υω τινα ὑπ[ὸ πά]ντων οἷς καὶ μερο[  ̣  ̣  ̣  ̣  ̣  ̣]σ[  ̣  ̣  ̣]ς κληρονόμου γεναμέν[  ̣  ̣]
[  ̣  ̣  ̣  ̣  ̣]  ̣  ̣  ̣  ̣ντι ἐτόλμησεν ἀπ[  ̣]  ̣  ̣  ̣  ̣[- ca.9 - τ]οῖς [κ]αθολικῶς διατε[τα]γμέ[νοις]
[τῷ   ̣ (ἔτει) θεο]ῦ Αἰλ(ίου) Ἀντωνίνου πατρ[- ca.11 -  ̣[  ̣  ̣  ̣  ̣]  ̣ [ο]ὐ̣ γὰ̣ρ το̣υς[  ̣  ̣  ̣  ̣  ̣]
30[  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣]ειν[  ̣  ̣]  ̣  ̣  ̣  ̣[- ca.11 -]  ̣οτ  ̣  ̣  ̣  ̣[  ̣  ̣  ̣]  ̣[  ̣  ̣  ̣]  ̣  ̣  ̣[  ̣  ̣  ̣  ̣]  ̣
Traces 3 lines
32-- -- -- -- -- -- -- -- -- --

Apparatus


^ 2. l. Κομμόδου
^ 4. l. βιβλιδίων
^ 18. l. ψιλὸν
^ 18. l. τῆς
^ 19. l. δανειστῇ
^ 20-21. l. ἐδημίω|σα αὐτὸ
^ 22. l. προγεγραμμένῃ
^ 26-27. BL 1.85 : πράκτ[ορος   ̣]  ̣  ̣[  ̣  ̣]υ̣  ̣  ̣  ̣  ̣η̣ παρεκόμισα ἐνεχυ[ρ   ̣  ̣]  ̣ prev. ed.

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.