DDbDP transcription: p.cair.zen.3.59477 [xml]
III sac Philadelphia
Ζήνωνι χαίρειν Νικόλαος. οὐκ ἀ-
γνοῶ μὲν ε ̣[ ̣ ̣]α̣ι̣σ̣ ̣[ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣]α̣ι̣ ̣ι̣,
ἀναγκαίου δὲ ὄντος τοῦ̣ πρά̣γ̣ματος
ἀξιῶ σε προχρῆσαι ἡμῖν, ἵνα μὴ
5γυμνοὶ ὄντες ἀσχημονῶμεν,
ἀλλὰ ἱματίσωμεν ἡμᾶς αὐτούς,
ἀργυρίου (δραχμὰς) ιδ, ὥστʼ εἶναι σὺν ταῖς
ἔμπροσθεν (δραχμαῖς) ι δραχμὰς κδ.
τούτου δέ σοι προήσομαι χέρα(*), ἐφʼ ὧι
10ἀποτείσω σοι ἀφʼ ἧς ἂν ἡμέρας ἀνα-
πλεύσω ἐν ἡμέραις ἑξήκοντα,
τάς τε χρείας σοι παρεξόμεθα
τριπλασίας, ὅσον ἂν χρόνον λειτουρ-
γῶμέν σοι, ὥσπερ καὶ ἔμπροσθεν.
15ἴσθι δὲ ὅτι, εἰ παρά τινος τῶν ὧδε
ἠδυνάμεθα πορισαι(*) τὸ αὐτό, τοῦτο
ποιήσαντες οὐκ ἂν σὲ ἠνωχλοῦμεν.
εὐτύχει.
γνοῶ μὲν ε ̣[ ̣ ̣]α̣ι̣σ̣ ̣[ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣]α̣ι̣ ̣ι̣,
ἀναγκαίου δὲ ὄντος τοῦ̣ πρά̣γ̣ματος
ἀξιῶ σε προχρῆσαι ἡμῖν, ἵνα μὴ
5γυμνοὶ ὄντες ἀσχημονῶμεν,
ἀλλὰ ἱματίσωμεν ἡμᾶς αὐτούς,
ἀργυρίου (δραχμὰς) ιδ, ὥστʼ εἶναι σὺν ταῖς
ἔμπροσθεν (δραχμαῖς) ι δραχμὰς κδ.
τούτου δέ σοι προήσομαι χέρα(*), ἐφʼ ὧι
10ἀποτείσω σοι ἀφʼ ἧς ἂν ἡμέρας ἀνα-
πλεύσω ἐν ἡμέραις ἑξήκοντα,
τάς τε χρείας σοι παρεξόμεθα
τριπλασίας, ὅσον ἂν χρόνον λειτουρ-
γῶμέν σοι, ὥσπερ καὶ ἔμπροσθεν.
15ἴσθι δὲ ὅτι, εἰ παρά τινος τῶν ὧδε
ἠδυνάμεθα πορισαι(*) τὸ αὐτό, τοῦτο
ποιήσαντες οὐκ ἂν σὲ ἠνωχλοῦμεν.
εὐτύχει.
Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.