DDbDP transcription: p.mert.1.12 [xml]
AD 58 ?
r
Χαιρᾶς Διονυσίωι τῶι φιλτάτωι
πλεῖσ̣τα χαίρειν καὶ διὰ παντὸ̣(ς)
ὑγιαίνειν. κομισάμενός σου ἐπι̣[στολ(ὴν)]
οὕτως περιχαρὴς ἐγενόμη̣[ν ὡς εἰ]
5ὄντως ἐν τῇ ἰδίᾳ ἐγεγόνειν, ἄ̣[νευ]
γὰρ ταύτης οὐθέν ἐστιν. γράφειν δέ̣
σοι μεγάλας εὐχαριστίας παρετέο̣(ν)·
δεῖ(*) γὰρ τοῖς μὴ φίλοις οὖσι διὰ λόγων
εὐχαριστεῖν. πείθομαι δὲ ὅτι ἐν
10γαληνείᾳ τινὶ ἐνεισχύω(*), καὶ εἰ μὴ
τὰ ἴ(*)σα σοι παρασχεῖν, βραχ̣εία(*) τινὰ
παρέξομαι τῇ εἰς ἐμὲ φιλοστοργίᾳ.
ἀντιρ̣ράφια(*) δέ μοι δύο ἔ̣πεμψας,
τὸ μὲν τῆς Ἀρχαγαθήου(*) τὸ δὲ τῆς
15ἑλκωτικῆς. ἡ μὲν Ἀρχαγάθι̣ς̣(*) ὑγιῶς
περιέχει, ἡ δὲ ἑλκωτικὴ ῥητείνης(*)
συνσταθμίαν οὐ περιέχει. ἐρωτῶ
δὲ σε περὶ ἑ̣λ̣κωτικῆς γενναίας
δυναμένης ἀκινδύνως πέλματ(α)
20ἑλκῶσα̣ι̣· ̣ ̣ ̣ γ̣[ὰ]ρ̣ [κ]ατʼ ἀνάγκην
ἐπείγομαι. περὶ δὲ τῆς σκληρᾶς̣
ἔγραψας δύο γένη εἶναι. τὸ τῆς δια-
λυτικῆς μοι γραφῖον(*) πέμψον· ἔστιν
γὰρ καὶ ἡ τετραφάρμακος σκληρά.
25ἡ δὲ ἐπιστολὴ αὕτη ταύτῃ σοι ἐσφράγ̣ι̣(σται).
ἔρρωσο καὶ μέμνησο τῶν εἰρημ(ένων).
ε (ἔτους) Νέρωνος τοῦ κυρίου μηνὸς Γερμαν̣ι̣κ̣ειου(*) α. v
Διονυσίωι ἰατρῶι.
Χαιρᾶς Διονυσίωι τῶι φιλτάτωι
πλεῖσ̣τα χαίρειν καὶ διὰ παντὸ̣(ς)
ὑγιαίνειν. κομισάμενός σου ἐπι̣[στολ(ὴν)]
οὕτως περιχαρὴς ἐγενόμη̣[ν ὡς εἰ]
5ὄντως ἐν τῇ ἰδίᾳ ἐγεγόνειν, ἄ̣[νευ]
γὰρ ταύτης οὐθέν ἐστιν. γράφειν δέ̣
σοι μεγάλας εὐχαριστίας παρετέο̣(ν)·
δεῖ(*) γὰρ τοῖς μὴ φίλοις οὖσι διὰ λόγων
εὐχαριστεῖν. πείθομαι δὲ ὅτι ἐν
10γαληνείᾳ τινὶ ἐνεισχύω(*), καὶ εἰ μὴ
τὰ ἴ(*)σα σοι παρασχεῖν, βραχ̣εία(*) τινὰ
παρέξομαι τῇ εἰς ἐμὲ φιλοστοργίᾳ.
ἀντιρ̣ράφια(*) δέ μοι δύο ἔ̣πεμψας,
τὸ μὲν τῆς Ἀρχαγαθήου(*) τὸ δὲ τῆς
15ἑλκωτικῆς. ἡ μὲν Ἀρχαγάθι̣ς̣(*) ὑγιῶς
περιέχει, ἡ δὲ ἑλκωτικὴ ῥητείνης(*)
συνσταθμίαν οὐ περιέχει. ἐρωτῶ
δὲ σε περὶ ἑ̣λ̣κωτικῆς γενναίας
δυναμένης ἀκινδύνως πέλματ(α)
20ἑλκῶσα̣ι̣· ̣ ̣ ̣ γ̣[ὰ]ρ̣ [κ]ατʼ ἀνάγκην
ἐπείγομαι. περὶ δὲ τῆς σκληρᾶς̣
ἔγραψας δύο γένη εἶναι. τὸ τῆς δια-
λυτικῆς μοι γραφῖον(*) πέμψον· ἔστιν
γὰρ καὶ ἡ τετραφάρμακος σκληρά.
25ἡ δὲ ἐπιστολὴ αὕτη ταύτῃ σοι ἐσφράγ̣ι̣(σται).
ἔρρωσο καὶ μέμνησο τῶν εἰρημ(ένων).
ε (ἔτους) Νέρωνος τοῦ κυρίου μηνὸς Γερμαν̣ι̣κ̣ειου(*) α. v
Διονυσίωι ἰατρῶι.
Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.