Papyri.info

sign in

p.nyu.1.20 = HGV P.NYU 1 20 = Trismegistos 12539 = nyu.apis.4771



DDbDP transcription: p.nyu.1.20 [xml]

ca. AD 330-40 Karanis
[Reprinted in: .] SB 12,10881

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.

DDbDP transcription: sb.12.10881 [xml]

AD 302 Karanis
[Reprinted from: p.mich.12.636rpdupl] P.Mich. 12 p38-40; dpl=P.Mich. 12 636

[ὑπατίας τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμια]ν̣οῦ τῶν ἐπιφ[ανεσ]τ̣άτ̣ω̣ν̣ [Κα]ι̣σ̣άρ̣ω̣[ν τὸ δ. (hand 4) κατεχω(ρίσθη) ιη (ἔτους) καὶ ιζ (ἔτους) καὶ ι (ἔτους) ⁦ -ca.?- ⁩]
(hand 1) [ἔτους ιη Αὐτοκράτορος Καίσαρος Γα]ί̣ο̣υ̣ Α̣ὐ̣[ρηλίου] Ο̣ὐ̣αλερίου Διοκλητι̣[αν]ο̣ῦ καὶ (ἔτους) ιζ Α̣ὐ̣τ̣[οκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Οὐαλερίου Μαξιμιανοῦ Γερμανικῶν Μεγίστων Σαρματικῶν Μεγίστων Περσικῶν Μεγίστων Βρεταννικῶν Μεγίστων Καρπικῶν]
[Μεγίστων Εὐσεβῶν Εὐτυχῶν Σ]ε̣β̣[αστ]ῶ̣ν̣ καὶ ἔτ̣[ους ι τ]ῶν κυρίων ἡμῶν Φ̣[λαο]υ̣ί̣ου Οὐαλερίου̣ Κ̣[ωνσταντίου καὶ Γαλερίου Οὐαλερίου Μαξιμιανοῦ Περσικῶν Μεγίστων Βρεταννικῶν Μεγίστων Καρπικῶν Μεγίστων τῶν ἐπιφανεστάτων]
[Καισάρων μηνὸς ⁦ -ca.?- ⁩ ἐν] Π̣τ̣[ολεμαίδι] Ε̣[ὐ]εργέτιδι τοῦ Ἀρσ̣ι̣νο̣ί̣του νομοῦ. ὁμολογεῖ Α[ὐ]ρήλιος Ἀτίσιος Ἁτρῆ μη̣[τρὸς Θαλλοῦτος ἀπὸ κώμης Καρανίδος ὡς (ἐτῶν) ξ οὐλὴ κάτωθεν γόνατος - ca.13 - Αὐρηλίῳ Ἥρωνι Ἄπωνος μητρὸς ⁦ -ca.?- ⁩ ἀπὸ τῆς αὐτῆς]
5[κώμης ὡς (ἐτῶν)   ̣  ̣ οὐλὴ]  ̣  ̣  ̣  ̣ δ̣ε̣ξ̣ι̣ᾷ παρακεχωρηκέναι τὸν Ἀτίσιον τῷ Ἥρω[νι ἀ]π̣ὸ τοῦ νῦν ἐπὶ τὸν ἅ[παντα χρόνον τὰς ὑπαρχούσας αὐτῷ καὶ ἀπογραφείσας ὑπὸ αὐτοῦ διὰ τῆς γενομένης παρὰ Σαβίνῳ κηνσίτορι ἀπογραφῆς]
[τῷ   ̣  ̣ (ἔτει) καὶ   ̣  ̣ (ἔτει) καὶ   ̣ (ἔτει) μην]ὶ̣ Θὼθ κβ περὶ ὁριοδικτίαν(*) τῆς προκιμένης κώμη[ς Κ]α̣ρ̣α̣ν̣[ίδος] (τετάρτης) (πέμπτης) τοπ(αρχίας) Ἡ̣[ρακλείδου μερίδος ἐπὶ μὲν τῆς α σφρα(γῖδος) ἐν τόπῳ Ταλινάρτυ λεγομένῳ ἰδιωτικῆς γῆς σπορίμης ἀρούρας τρεῖς ὄγδοον τετρα-]
και[εξηκοστὸν καὶ ἀ]β̣ρόχου ἀρούρης τέταρτον ἑκκαιδέκατον , ἐπὶ δὲ τῆς ε σφρα(γῖδος) ἐν τ̣[ό(πῳ) Τκα]ι̣νπ̣άω̣ λ[ε]γομένῳ [ἰδιωτικῆς γῆς σπορᾶς ιδ (ἔτους) καὶ ιγ (ἔτους) καὶ ϛ (ἔτους) ἀρούρας δύο , ἔτι τε καὶ ἐκκεχωρηκέναι τὸν Ἀτίσιον τῷ Ἥρωνι τὴν ἀπὸ τοῦ εὐτυχῶς εἰσιόντος]
ιθ (ἔτους) [καὶ ιη (ἔτους) καὶ] ι̣[α (ἔτους)] διὰ παντὸς̣ γ̣εωργίαν ὧν ἀπεγράψατος ὁ ὁμολογῶν Ἀτίσιος δ̣[ι]ὰ̣ τ̣ῆ̣ς̣ α̣ὐ̣τ̣ῆ̣ς̣ ἀ̣πογραφ[ῆς ἐπὶ τῆς προκειμένης α σφρα(γῖδος) ἐν τῷ τόπῳ Ταλινάρτυ λεγομένῳ βασιλικῆς γῆς σπορίμης ἀρουρῶν ἓξ ἡμίσους τετάρ-]
του ὀ̣[γδό]ο̣υ κα̣ὶ̣ ἄλλων βασιλεικῆς(*) γῆς σπορᾶς ιγ (ἔτους) καὶ ιβ (ἔτους) καὶ ε (ἔτους) ἀρούρης τετάρτο[υ ὀγ]δ̣[ό]ο̣υ̣ ἑ̣κ̣κ̣[αι]δ̣εκάτου κ[αὶ ἀβρόχου ἀρούρης ἡμίσους ἑκκαιδεκάτου ἐπὶ παντὸς τοῦ ἀρουρηδοῦ ἢ ὅσων ἐὰν ὦσι ἐπὶ τὸ πλεῖον ἢ ἔλαττον, ἐπὶ τοῖς]
10οὖσι αὐ̣[τῶν] ὁρίοις καὶ ποτίσ[τρ]ε̣ς(*) καὶ ἐκχύσεσι καὶ εἰσόδοις καὶ τε͂ς(*) ἄλλαις χρήσεσι κ̣α̣ὶ̣ δικαίοις π̣ᾶ̣[σ]ι κατὰ τὴν ἐξ ἀρ[χῆς καὶ μέχρι τοῦ νῦν συνήθειαν, ὧν γείτονες καθὼς ἡ προκειμένη ἀπογραφὴ περιέχει, τῆς μὲν ἐπὶ τῆς α σφρα(γῖδος) ἰδιωτικῆς τε καὶ βα-]
σιλεικῆς(*) <γῆς> πάσης οὔσης ἐν ἑνὶ πήγματι ἀπὸ μὲν ἀνατολῶν Πτολλᾶ κτῆσ̣[ι]ς ἀπὸ δὲ δ̣υσμῶν διῶ̣[ρυξ μεθʼ ἣν χέρσος ἀδέσποτος διόλου, τῶν δὲ ἐπὶ τῆς ε σφρα(γῖδος) ἀρουρῶν ἀπὸ μὲν ἀνατολῶν Ταυημέρας κτῆσις ἀπὸ δὲ δυσμῶν]
Π̣α̣η̣[σ]ί̣[ο]υ κτῆσις, ἄνευ τιμῆς καὶ παραχωρητικοῦ καὶ πάσης τινὸς γοῦν δό̣σ̣εως ἀντὶ τῶν ὑπὲρ̣ [αὐτῶν δημοσίων τελεσμάτων πάντων, καὶ βεβαιώσειν τὸν ὁμολογοῦντα Ἀτίσιον τῷ Ἥρωνι καὶ τοῖς παρʼ αὐτοῦ τὰ κατὰ τὴν]
παραχώρησιν τῶν προκιμένων ἀρουρῶν πάσῃ βεβαιώσι, ἃς καὶ παρέξα̣[σθαι ἀνεπ]άφους κα̣ὶ ἀν̣[ενεχυράστους καὶ ἀνεπιδανείστους καὶ καθαρὰς ἀπὸ μὲν τελεσμάτων πάντων, τῶν δημοσίων παντοίων]
σιτικῶν ται(*) καὶ κριθικῶν καὶ ἀργυρικῶν καὶ ἀννωνῶν καὶ ἑ̣τέρων π[α]ντοί̣ων ἐ̣πιβολῶν καὶ τ[ῆς θείας διατυπώσεως ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τοῦ Μεσορὴ μηνὸς τοῦ ἐνεστῶτος ιη (ἔτους) καὶ ιζ (ἔτους) καὶ ι (ἔτους)]
15ὄντ̣[ω]ν πρὸς τὸν ὁμολογοῦντα Ἀτίσιον διὰ τὸ καὶ τὴν ἐπικιμένην ἐν ταῖς ἀ[ρο]ύ̣ρ̣αις τῷ ἐ[ν]ε̣σ̣τῶτι ἔτ̣ι̣(*) σ̣π̣[ορὰν αὐτῷ τῷ Ἀτισίῳ διαφέρειν, ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης ἐμποιήσεως διὰ παντός, καὶ ἀπὸ τοῦ νῦν κρατεῖν τὸν Ἥρωνα τῶν πα-]
[ρα]χ̣ωρηθέντων καὶ ἐκ̣⟦κ̣ε̣⟧χωρηθέντων(*) αὐτῷ ἀρουρῶν πασῶν κ̣αὶ κυριεύειν καὶ τὰ ἐξ αὐτῶν περιγι̣νόμ̣[ενα ἀπὸ τοῦ ἑξῆς εὐτυχῶς εἰσιόντος ἔτους εἰς τὸ ἴδιον αὐτὸν ἀποφέρεσθαι καὶ ἐξουσίαν ἔχειν διοικεῖν καὶ οἰκονομεῖν περὶ αὐτῶν καὶ ⁦ -ca.?- ⁩ τὴν βασι-
λ]ε̣ι̣κ̣ὴν(*) γῆν ὡς ἐὰν ἑρῆται(*) καὶ διευθύνιν(*) αὐτὸν τῷ ἱερωτάτῳ ταμίῳ ἀπὸ τοῦ Θὼθ μηνὸς τοῦ ἐτυχῶς̣(*) ἰ[σ]ι̣ό̣[ντος](*) [ἔτους τὰ δημόσια πάντα καὶ ἀννώνας καὶ ἐπιβολὰς πάσας καὶ τὴν θείαν διατύπωσιν ἐπὶ τὸν ἀεὶ χρόνον, ἐφʼ ἃς καὶ μὴ ἐπιπορεύεσθαι αὐτὸν]
τ̣ὸν Ἀτίσιον μηδʼ ἄλλ̣ον ὑπὲ̣ρ αὐτοῦ μηδένα κατὰ μηδένα τρόπον ἀλ̣λ̣ὰ καὶ τὸν ἐπ̣ε̣λευσόμενον̣ ἢ ἐμποι̣[ησόμενον καθʼ ὁντιναοῦν τρόπον ἀποστήσειν αὐτὸν παραχρῆμα τοῖς ἰδίοις αὐτοῦ δαπανήμασι, ἔτι καὶ προσεκτίσειν τὰ ἀναλώματα διπλᾶ χωρὶς τοῦ μένειν]
κύρια καὶ τὰ προγεγραμμένα, καὶ οὐκ οὔσης ἐξουσίας οὔτε τῷ ἐκχωρήσαντι Ἀτισίῳ οὔτε μη(*) τῷ ἐκχωρη̣[θέντι Ἥρωνι - ca.10 - αὐτὸν ἀλλάξαι τὸν ἕτερον ἢ παραβῆναί τι τῶν ἐγγεγραμμένων κατὰ μηδένα τρόπον διὰ τὸ ἑκουσίῳ καὶ αὐθαιρέτῳ]
20[γ]ν̣ώμη̣ ἐπὶ τήνδε τὴν παραχώρησιν καὶ ἐκχώρησιν αὐτοὺς ἐληλυθέναι, καὶ περ̣ὶ δὲ τοῦ ταῦτ̣α οὕτως ὀ[ρθῶς καλῶς γεγονέναι ἐπερωτηθέντες ὡμολόγησαν. (hand 2) Αὐρήλιος Ἀτίσιος Ἁτρῆ ὁμολογῶ παρακεχωρηκέναι τὰς ὑπαρχούσας μοι περὶ ὁριοδεικτίαν]
κ̣ώμης Καρανίδος ἰδιωτικῆς γῆς ἐπὶ τὸ αὐτὸ ἀρούρας πέντε τεταρτον ὄγδοον ἑκκαιδέκατον τετρακαιεξηκοστόν , ἔτι τε καὶ ἐκκεχω̣[ρηκέναι βασιλικῆς γῆς ἐπὶ τὸ αὐτὸ ἀρούρας ἑπτὰ ἥμισυ τέταρτον ὄγδοον , ὧν αἱ γειτνίαι πρόκεινται, ἀντὶ τῶν δημοσίων]
τ̣ε̣λεσμάτων αὐτῶν πάντων καὶ τῆς θείας διατ̣υ̣πώσεως, καὶ βεβαιῶ καὶ ἐμμενῶ
πᾶσι καὶ οὐδὲ παραβήσομαι ὡς πρόκιται, καὶ ἐ̣περω̣[τηθεὶς ὡμολόγησα. Αὐρήλιος ⁦ -ca.?- ⁩ ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου. (hand 3) Αὐρήλιος Ἥρων Ἄπωνος ]
[γέγονεν εἴς με]
25[ἡ] παραχώρησις καὶ ἐκχώρησις τῶν προκειμένων ἀρουρῶν πασῶν καὶ τελέσω τὰ ὑπὲρ αὐτῶν δημόσια π[άντα καὶ τὴν θείαν διατύπωσιν ἀπὸ τοῦ Θὼθ μηνὸς τοῦ εὐτυχῶς εἰσιόντος ιθ (ἔτους) καὶ ιη (ἔτους) καὶ ια (ἔτους) ἐπὶ τὸν ἅπαντα χρόνον ὡς πρόκειται, καὶ ἐπερωτη-]
[θ]εὶς ὡμολόγησα. Αὐρήλιος Ἀμμώνιος Θεονίνου οὐετρανὸς ἔγραψα ὑπὲρ αὐτοῦ ἀ̣γραμμάτου.

Apparatus


^ 6. l. ὁριοδεικτίαν
^ 9. l. βασιλικῆς
^ 10. l. ποτίστραις
^ 10. l. ταῖς
^ 10-11. l. [βα] |σιλικῆς
^ 14. l. τε
^ 15. l. ἔτει
^ 16. l. ἐκχωρηθέντων
^ 16-17. l. [βασι] |[λ]ικὴν
^ 17. l. αἱρῆται
^ 17. l. διευθύνειν
^ 17. l. ε<ὐ>τυχῶς
^ 17. l. εἰσιό[ντος]
^ 19. l. μὴ<ν>

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.