DDbDP transcription: p.fouad.1.29 [xml]
AD 224 Bacchias
Αὐρηλίῳ Διδύμῳ στρα(τηγῷ) Ἀρσινοίτου Ἡρακ(λείδου) μερίδ(ος)(*)
παρὰ Αὐρηλίου Ἀμμωνίου Ἥρωνος μητρὸς
Θαισᾶτος ἀπὸ κώμης Βακχιάδος. πρὸ ὀλίγων
τούτων ἡμερῶν, τοῦ υἱοῦ μου Σατύρου περὶ δυσ-
5μὰς(*) ἡλίου ἐξελθόντος εἰς τὸ γεμίσε(*) ὕδωρ εἰς πεῖν(*),
διὰ τὸ ἐν τῇ προκειμένῃ κώμῃ νειλιαῖον ὕδωρ
μὴ εἶναι ἀλ̣λ̣ὰ ἀπὸ μακρόθεν γεμίζεσθαι ἀπὸ̣ π̣η̣-
γῶν, ἔνι̣ο̣ι̣ ἀπὸ τῆς α̣ὐ̣τ̣ῆ̣ς̣ κώμης, οὓς ἀγνοῶ,
λογοποιούμενοι πρὸς ἑαυτούς, ῥίψαντος
10ἐξ αὐτῶν τινος λίθον, τραυματιαῖος ὁ υἱός μου,
ἀπὸ μακρόθεν στήκων(*), ἐγένετο κατὰ τῆς κεφα-
λῆς. ὅθεν ἐπιδίδωμι τάδε τὰ βιβλίδια καὶ ἀξιῶ
ἐν καταχωρισμῷ αὐτὰ γενέσθαι ἐνμάρτυρα
εἰς τὸ μένιν(*) μοι τὸν λόγον πρὸς τοὺς φανησομένους
15αἰτίους.
διευτύχει.
(ἔτους) δ Μάρκου Αὐρηλί[ου] Σεουήρου Ἀλεξάνδρου
Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Θώθ θ.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.