DDbDP transcription: psi.5.513 [xml]
252/251 BC Philadelphia
Μαίμαχος Ζήνωνι χαίρειν. ὑπογέγραφά σοι τῆς παρὰ Φιλίσκου, ἐν ἧι̣
καὶ ἡ παρὰ Θεοφίλου ὑπογέγραπται, ἐπιστολῆς τὸ ἀντίγραφον. ἀποδοθή-
τωσαν οὖν αὐτοῖς οἱ κλῆροι καθότι γράφουσιν.
ἔρρωσο. (ἔτους) λδ, Χοίαχ κϛ̣.
——
5Φιλίσκος Μαιμάχωι χαίρειν. ὑπογέγραφά σοι τῆς παρὰ Θεοφίλου ἐπισ-
τολῆς τὸ ἀντίγραφον. ἀποδοθήτωσαν οὖν οἱ κλῆροι καθότι γράφει.
(ἔτους) λδ, Χοίαχ κϛ.
Θεόφιλος Φιλίσκωι χαίρειν. γέγραφεν ἡμῖν Τληπόλεμος προστεταχέναι
τὸν βασιλέα τοὺς ἐν ἄλλοις τόποις ὀμωμοκ[ό]τας διορθώσασθαι. ἀποδοθήτωσαν
10οὖν οἱ κλῆροι τοῖς ὑπογεγραμμένοις. (ἔτους) λδ, Ἀπελλαίου ιθ.
——
τῶν Φιλίνου Ἀρτεμίδωρος Ἐφέσιος χιλίαρχος, Θεόφιλος Πέρσης ταξίαρχος,
Λυσίας Μηθυμναῖος στρατηγός· τῶν Χρυσέρμου Ἀρτεμίδωρος Σελγεὺς
χιλίαρχος.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri.
This work is licensed under a Creative Commons Attribution 3.0 License.