DDbDP transcription: p.dryton.1.16 [xml]
131 BC Pathyris
[Reprinted from: .] P.Grenf. 1, 18
r
ἔτους λθ Χοίαχ ιβ ἐν Παθύρει ἐπὶ Σαρα-
πίωνος ἀγορανόμου ἐδάνεισεν
Ἀπολλωνίαι(*) Πτολεμαίου τοῦ Ἑρμοκράτου
Κυρηναίαι(*) μετὰ κυρίου τοῦ ἑαυτῆς
5ἀνδρὸς Δρύτωνος τοῦ Παμφίλου Κρητὸς
τῶν τοῦ ἐπιτάγματος ἱππάρχου
ἐπʼ ἀνδρῶν καὶ διαδόχων Ἀπολλωνίωι
Ἀπολλοδότου τῶι καὶ Ψεννήσει Ἁρσιήσιος
Πέρσηι τῆς ἐπι[γ]ονῆς καὶ Ἡραίδι Πτολε-
10μαίου τῆι καὶ Τίσρ̣ει Παοῦτος Περ̣σίνηι
μετὰ κυρίου τοῦ ἑαυτῆς ἀνδρὸς Ἀπολλω-
νίου τοῦ προγεγρα̣μμένου πυρῶν ἀρτάβας(*)
τριάκοντα πέντ̣ε ἄτοκα· τὸ δάνειον
τοῦτο ἀποδότωσ̣αν οἱ δεδανεισ̣μένοι
15Ἀπολλωνίαι ἐμ μ̣ηνὶ Παχὼν [τ]οῦ λθ (ἔτους)
πυρὸν νέον καθαρὸ̣ν ἄδολον ἀπ̣[οκ]α̣θεσ-
τάμενον εἰς οἶκ[ο]ν̣ πρὸς αὐτ[ὴν ἰδ]ί̣ο̣ις
ἀν̣η̣λώμασιν μ̣έ̣τρωι ὧι καὶ π̣α̣ρείληφαν(*)
πρὸς τὸ κθ-χ(οίνικον)· ἐὰν δὲ μὴ ἀποδῶσ̣[ι]ν ἐν τῶι
20ὡρισμένωι χρόνωι ἀποτεισάτω̣σ̣αν
παραχρῆμα ἡμι[ό]λ̣ιον τὴν ἐσο[μ]ένην
ἐν τῆι ἀγορᾶι τιμήν· ἔγγυοι ἀλ̣λ̣ήλων
εἰς ἔκτεισιν τῶν διὰ τοῦ δανείου
πάντων οἱ δεδανισμένοι(*)· ἡ δὲ πρᾶξις
25ἔστω Ἀπολλωνία[ι] ἐξ ἀμφοτέρων τῶν
δεδανισμένων(*) καὶ ἐξ ἑνὸς καὶ ἑκάστου
αὐτῶν καὶ ἐξ οὗ ἐὰν(*) αἱρῆται καὶ ἐκ τῶν
ὑπαρχόντων αὐτοῖς πάντων καθά-
περ ἐγ δίκης.
——
30Ἄρειος ὁ παρὰ Σαραπίωνος κεχρη(μάτικα). v,1
ἀπόδοσις
ἐν τῷ λθ (ἔτει) v,2
ἔτους λθ Χοίαχ ιβ δάνειον Ἀπολλωνίας
πρὸς Ψεννῆσιν (πυρῶν) ἀρ(τάβας) λε
καὶ Τίσριν γυ(ναῖκα) αὐ(τοῦ)

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri.
This work is licensed under a Creative Commons Attribution 3.0 License.
DDbDP transcription: p.grenf.1.18 [xml]
131 BC Thebaid
[Reprinted in: p.dryton.1.16] P.Dryton 16
Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri.
This work is licensed under a Creative Commons Attribution 3.0 License.