DDbDP transcription: upz.1.6 [xml]
163 BC Memphis
[Reprinted from: p.paris.35] P.Paris 35
βασιλεῖ Πτολε[μαίωι καὶ βασιλίσσηι Κλεοπάτραι] τῆι ἀδε[λφ]ῆι θ[εοῖς]
Φιλομήτορσι χα[ίρειν]
παρὰ [Πτολ]εμαί[ου τοῦ Γλ]αυκίου Μακ[εδόνος](*) [κατεχομέν]ου(*) ἐν τῶι
Σαραπ[ι]είω[ι Ἀσταρτιείωι ἔτ]η δέκα, οὐκ [ἐξεληλυθότος] τὸ παστοφ[όριον,]
5ἐν ὧι ἐνκέκ[λ]ε[ιμαι ἕως τ]ῆς σήμερον ἡμέ[ρας. τῆι ιϛ τοῦ Θῶυθ] Πτολεμαίου
τοῦ καθεστ[α]μένου δ[ιὰ] τοῦ ἐν τῶι Ἀνουβιείωι ἀρχιφυλακίτου καὶ Ἀμώσιος
τοῦ παρὰ τοῦ ἀρχιερέως παραλαβόντων φυλακίτας καὶ εἰσελθόντων εἰς
τὸ ἐν τῶι μεγάλωι Σαραπιείωι Ἀσταρτιεῖον, οὗ καὶ ἐνκατέχομαι, ὡς καὶ ἔφην,
μέχρι τούτου, τῶν δʼ οὖν φασκόντων εἶναι ἐν τῶ[ι] τόπωι ὅπλα καὶ ἐρευνη-
10σάντων πάντα τὸν τόπον κα[ὶ οὐθὲ]ν εὑρόντων vac. ? τῶν τε φυλα-
κιτῶν ἐν τεῖ(*) ἐξόδωι ἐκτιναξάν[τω]ν καὶ μηθὲν ἄτοπον ποιη[σ]άντων
Ἀμῶσις ὁ παρὰ τοῦ ἀρχιερέως ἐ[πιστρέ]ψας μετὰ Ἰμούθου το[ῦ <παρὰ τοῦ> ἐ]πὶ τῶν πασ-
τοφόρων καὶ Ἁρενδώτου το[ῦ Κατύ]του καὶ Ἁρενδώτου τ[οῦ Νικ]χθνίβιος
καὶ Ἐρβελλῆτος τοῦ Ἁριμούθο[υ καὶ Ψ]ενχώνσιος τοῦ Ἀμώσιος ἀκολούθου
15ὀψὲ τῆς ὥρας καὶ ἐχόντων φα[νὸν ἀπ]οβιασάμενός με καὶ σκυλησ\σας/(*) τὸ ἱερὸν
ἐξήνεγκεν πάντα ὁπόσʼ ἀπερη[ρήρεισ]το(*), τὰ δὲ λοιπὰ παρεσφραγίσατ[ο]
καὶ τῆι [ἑ]πτακαιδεκάτηι τ[οῦ αὐτοῦ] μηνὸς ἐπιστρέψας πρωὶ ἐξήνεγκεν
τὰ λοιπ[ὰ] των(*) παρεσφραγισμε[νω]ν(*), πρὸς δὲ τούτοις καὶ τὰς τῶν ἄλλων
ἐνκατό[χ]ων παρα[θ]ήκ[α]ς προσ[εσ]ύλησεν. Ἁρμαῖς(*) δέ τινος ἐπιγνόντος
20τ[ὸ]ν αὑτοῦ στάμνον ἐν ὧι καὶ ἐνῆσαν χαλκοὶ καὶ ἐπιλαβομένου ἀλογήσας
ὁ Ἀ[μ]ῶσι[ς κ]αὶ τοῦτον κατασφραγισάμενος παρέθετο Θέωνι τινὶ τῶι Παῆτ[ος].
οὐ μὴν [ἀ]λλὰ καὶ εἰς τὸ ἄδυτον τῆς θεᾶς εἰσελθὼν ἐσκύλη[σε]ν τὸν ναὸν ὥστε
κινδυνεῦσαι καὶ συντρῖψαι αὐτόν. ἐπιστρέψαντος δὲ [πά]λιν <τοῦ Ἀμώσιος μετὰ> Ἁριμούθου
τοῦ παρὰ τοῦ ἐπιστάτου καὶ εἰσελθόντος καὶ εὑρόντος λεκάνην χαλκῆν
25οὖσαν τῆς θεᾶς κα[ὶ ̣ ̣ ̣ ̣ ̣]ημένου αὐτὴν καὶ ἐξενέγκαντος, πρὸς τούτο[ις]
Παβέλφις Πετεαρενδώτου καὶ Νικχθνῖβις ὁ τοῦ Ἰμούθου {καὶ οὐ τοῦ} ἀστο-
χήσαντες τοῦ καλῶς ἔχοντος εἰσελθόντες καὶ ἐρευνήσαντες τὸν τόπον
καὶ μηθὲν εὑρόντες χρήσιμον, μολύβδινά τινα εὑρόντ[ε]ς ποτήρια ὅμως οὐ-
δὲ ταῦτά γε ἡμῖν ἀπέλιπον. πυνθανομένων δʼ ἡμῶν τοῦ τίνος χάριν εἴη-
30σαν εἰσπεπορευμένοι, ἀπεκρίθησαν ἡμῖν φήσαντες ἐπʼ ἐνεχυρασίαν ἡκέναι
καὶ ἀπ[ε]στάλθα[ι] ὑπὸ Ψοῦλιν τοῦ ἐπὶ τῶν παστοφόρων, παρέθεντο δὲ
τὰ ποτήρια Κεφαλᾶτι τῶι θυρωρῶι. διόπερ [ἀ]ξιῶ σε, βασιλεῦ, μὴ ὑπεριδε[ῖν]
με παρʼ ἕκαστα ὑπὸ τῶν προγεγραμμένων ἀγνωμόνως πολιορκούμενον
καὶ ὑβριζόμενον καὶ ἀνουμο\ύ/μενον(*) ἀλλʼ ἐάν σοι φαίνηται, συντάξαι
35καταστῆσαι ἐπὶ σὲ ὑπὲρ μὲν [ἐμο]ῦ ἀπολογιούμενον Δημήτριον Σώσου
Κρῆτα διὰ τὸ ἐμὲ ἐν(*) κατοχε͂ι(*) ὄντα ἀδυνατεῖν, καταστῆσαι δὲ καὶ τοὺς
προγεγραμμένους, ἵνα ὑπόσχωσίν μοι τὸ δίκαιον ἐπὶ σοῦ. τούτου δὲ γε-
νομένου ἔσομαι τετευχὼς τῆς παρʼ ὑμῶν βοηθείας.
εὐτυχεῖτε.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.