DDbDP transcription: upz.1.51 [xml]
161 BC Memphis
Σαραπίωνι τῶν διαδόχων καὶ ὑποδιοικητῆι
παρὰ Πτολεμαίου Μακεδόνος τοῦ ὄντος
ἐν κατοχῆι ἐν τῶι μεγάλωι Σαραπιείωι
τοῦτο ἔτος ια καὶ τῶν διδυμῶν. ἐντυχόντων
5ἡμῶν σοι ἔτι πρότερον ὑπὲρ τῶν ὀφειλομένων
πρὸς τὴν σύνταξιν τοῦ ιη (ἔτους) ἐκ τοῦ Σαραπιείου
ὀλυρῶν (ἀρταβῶν) ρξ, ἀφʼ ὧν δεδόσθαι μηνῶν ϛ, ⟦κκαὶ⟧
εἰς δὲ τὸ ιθ (ἑξα)μή(νου) \εἰς δὲ <τὸ>/ κ (ἔτος) μηθὲν εἰληφέναι, συνέταξας
καθʼ ἣν ἔχεις εἰς τὸ θεῖον εὐσέβειαν ἀποδοῦναι,
10ὅθεν καὶ γράψαι Με[ν]νίδην τὸν ἐπιμελητὴν
Ψινταῆτι ἀποδοῦναι τά τε προγεγραμ-
μένα, ὁμοίως δὲ καὶ τὴν γινομένην
ἐκ τοῦ Ἀσκληπιείου καὶ εἰς τὸ λοιπὸν εὐτακτως(*)
ἀπαρτιζώμεθα ἀκολούθως τοῖς ἐπὶ τῶν τοιούτων
15ὑποκειμένοις. ἐπεὶ οὖν οὐδὲ ὥς <ἕως> τοῦ νῦν
γέγονεν ἡμῖν ἡ ἀπόδοσις, τόν τε βασιλέα
πλειονάκις διʼ ἐντεύξεως παρηνωχλήκαμεν,
ἔτι δὲ καὶ τὸν φεριτ[ὸ]β καὶ σέ, συστήσαντός σοι
τὸ παρʼ ἡμῶν παιδάριον ἐν τῶι ἱερῶι,
20ἀξιοῦμέν σε καὶ ἐν τούτοις ἡμῖν συνεργή-
σαντα συντάξαι ἐπιστρεφέστερον <τῶι Ψινταῆτι> ἀπο-
δοῦναι ἡμῖν τὰ προγεγραμμένα, ὅπως
δυνώμεθα τὰς ἐν τῶι ἱερῶι λειτουργίας ἐπιτελεῖν,
ἀνακαλέσασθαι δὲ Ἀμ[ῶ]σιν τὸν διαδεχόμενον αὐτὸν,
25ὅπως ἀπροφάσιστα ἦι. εὐτύχει.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.